Владимир Николаевич Бенешевич
"Видение" Диадоха, епископа Фотикийского в Эпире (греч.)
Каноническое право
Греческий текст небольшой статьи, входящей в состав разных редакций древне-славянской толковой Кормчей: «По вопросам и по ответам бесед св. Диадоха откровение» 1 , до сих пор указан 2 только в Bodl. Canonic. 15 chart. XV saec. л. 168–174 и в Bodl. Barocc. 69 chart. XIV saec.; оказывается, что он есть еще в четырех списках: Vatic. 1167 3 XIII в. л. 18b–22b, Vatic. Barberin. 515 (прежн. V11) 1244 г. л. 120a–126b, Vatic. 402 1383 г. 4 л. 178a–183b и Моск. Синод. Библ. 492 (434 по Владим.; t. II, XLVUI qu. по Matthaei) XVI в. л. 371b– 379b. В основу моего издания кладу Vatic. 1167, а варианты беру из Barberin. 515 (=В) и Моск. Син. Библ. 492 (= М); вставки из В и М заключены в [], мои добавления – в <> 5 .
α΄. Ἐρώτησις. Τὶ δὴ τοσοῦτον τὴν ἔρημον ἐθαύμασας, εἰπὲ μοι δέομαὶ σου, νύκτωρ ἠρεμούσης μου τῆς ψυχῆς ἠρώτουν ὡσανεὶ παρόντα τὸν σοφὸν Ἰωάννην. ὦ πολύφημε και μήτηρ ἐκκλησία 9 , τὶ περὶ τὸ ἄγριον ἐκεῖνο καὶ ἀνεπιμέλητον οὕτω θερμῶς, πάλιν ἔλεγον, διέκεισο πρόσωπον 10 ; ἤ τὶ τὴν ἀνθρωπίνας ἀκοὰς θέρπουσαν 11 βοὴν ἀψύχῳ 12 οὕτως 13 [ἡδέως] ἐβόας 14 ἐν ἐρήμῳ; χαὐτὸς δὲ [μᾶλλον] ώς αὐτός 15 μοι παρεισελϑὼν διελέχϑη λόγοις.
Ἀπόκρισις. Καὶ πῶς, ἔφη, σοι λαλῆσαι δυνήσομαι, ὁ ἔξω που ὢν τοῦ φϑαρτοῦ αἰῶνος τῷ τέως ἐν αὐτῷ ἒως [ὅτε] ὁ ϑεὁς ϑέλει 16 ἐνδιάγοντι, φίλε;
β΄. Ἐρώτησις. Δυνήσῃ 17 , ἔφην 18 , ϑαυμάσιε, τὸν 19 ἔρωτά 20 σου τῆς σοφίας εἰ ϑελήσεις ὀφϑῆναί μοι ἐν ἐρωτήσεσι λόγων. καὶ 21 εἰ βούλει, συντεύξομαι 22 εἰς αὐτὸ 23 φϑάσας τὸ χωρίον τῶν λόγων 24 , ἵνα σὐ μὲν διδάξης, ἐγὼ δέ μάϑω. τίνος δὲ 25 χάριν ἔτριψας οὕτως τοῖς λόγοις καὶ τῷ βίῳ τὴν ἐρημίαν, ἀνδρεῖε 26 , πόλιν 27 ἀρετῶν ἐκεῖσε συστησάμενος;
Ἀπόκρισις. Βίου 28 μέν, ἔφη, xαϑαρότητος 29 ἴχνος, ἐρημίας ὀσμή, πολιτικῶν δὲ ἠϑῶν 30 ἀπαλλαγὴ 31 ἡ 32 τῆς 33 ἐκεῖσε 34 σιωπῆς 35 εὔσχημος 36 ϑυμηδία 37 καί διὰ τοῦτο τὴν ζάλην τῶν άνϑρωπίνων ἐκεῖσε διαλύων λογισμῶν τῇ δυνάμει τῆς ὲπιμονῆς 38 ἐπετέλουν 39 ἐν πνεύματι, τὀ ῥῆμα περιμένων ἤσ[περ] ἐμνήσϑης βοῆς.
γ΄. Ἐρώτησις. Καλῶς, τί οὖν [δὴ] τὸ σχῆμα τῆς βοῆς; τοῦτο γὰρ τέως παρὰ σοῦ μαϑεῖν ἐπείγομαι 40 .
Ἀποκρίσις. Τὴν τοῦ ’Ισραήλ, ἔφη, ὡμίλει 41 κουφότητα. ἐπειδὴ γὰρ ἐκεῖνοι κηρίῳ ὡσπερ[εὶ] ἀγνωμοσύνης 42 ἐσφράγισαν 43 τὰς ἐαυτῶν ἀκοάς, ἀπωϑούμενοι τὸν ἦχον τῆς γνώσεως τοῦ ὑψίστου, τὰ ϑηριώδη ἔϑνη 44 ἐκ τῶν ἐρήμων τόπων εἰς ἀπάντησιν προσεκαλούμην τῆς αὐτοῦ πίστεως, αἰνίγματι σαφεῖ μορφῶν τὴν ϑεωρίαν.
δ΄, Ἐρώτησις. Καὶ τίς, ἔφην ἐγώ, ὁ τοῦ κηρυττομένου [σοι] σημάνας τὴν δύναμιν;
Ἀπόκρισις. Ῥῆμα, ἔφη, πατρικὸν ἐν πνεύματι ἐνεχϑέν.
ε΄. Ἐρώτησις. Πιστῶς. ἀλλὰ πῶς ὂν 45 οὐκ ᾔδεις ἐπεγίνωσκες, εἰπέ μοι.
Ἀπόκρισις. Ἐν μορφῇ ὰνϑρώπου κράτος ἑώρων 46 ϑεῖον.
ς΄. Ἐρώτησις. Ἐγὼ δέ σε καὶ τῆς τόλμης, ἔφην, ἐϑαύμασα, ϑεσπέσιε.
Ἀπόκρισις. Ποίας; ἔφη.
ζ’. Ἐρώτησις. Ὅτι δὴ ἄνϑρωπος ὤν υἱόν ἐβάπτιζες ϑεοῦ.
Ἀπόκρισις. Τῇ ὑπακοῇ, ἔφη, τὴν τόλμαν 47 ἰασάμην ὑπακοῆς γὰρ οὐδὲν ταπεινότερον.
η΄. Ἐρώτησις. Πάνυ γε ἐκ καρδίας ὂντως συντετριμμένης 48 ύπακοὴ τίκτεται;
Ἀπόκρισις. Ὀρϑῶς, ἔφη, λέγεις.
θ΄. Ἐρώτησις. Ἐγὼ δὲ πάλιν. πῶς τὴν μακαριότητα, ἔφην, ἐπέγνως τοῦ ὰγίου πνεύματος καἰ ταῦτα 49 ἐν σχήματι καταπτάντος αὐτοῦ ἐκ τῶν οὐρανῶν ἐπἰ τὸν κύριον; ἐν περιστερᾶς γὰρ αὐτὸ 50 ἐμαρτύρησας ἐωρακέναι εἴδει 51 .
Ἀπόκρισις. Ἄνεμοί 52 τινες, ἔφη, χαρᾶς τὴν αὐτοῦ προελάμβανον ἄφραστον παρουσίαν καἰ ἡ ἐκ τῶν οὐρανῶν δὲ λοιπὸν ἀπηχηϑεῖσα φωνή, ἥτις ώσανεἰ δακτύλῳ τὸν υἱὸν ὐπεδείκνυεν 53 ὐπὸ τοῦ πατρὸς μαρτυρούμενον, σαφῶς ἀπέδειξέ 54 μοι τῆς περιστερᾶς ἐκείνης τὸ ἄπειρον 55
ι΄ Ἐρώτησις. Ἱκανῶς. ἄρα δ’, ἔφην, αὐτοῦ 56 τοῦ πατρὸς ἦν ή ἀπηχηϑεῖσα φωνὴ 57 ἢ δυνάμεώς τίνος, ἐκ προσώπου τοῦ ϑεοῦ κεκραγυίας;
Ἀπόκρισις. Αὐτοῦ τοῦ πατρός, [ἔφη].
ια΄. Ἐρώτησις. Καὶ πῶς, ἔφην, εἰπέ μοι, αἰσϑητῇ 58 φωνῇ εἶχε χρήσασϑαι ὁ ἐν ἀσωμάτῳ 59 ὣν καὶ ἀοράτῳ φύσει;
Ἀπόκρισις. Οὐχ ὡς δί ὀργάνου τινὸς φωνητικοῦ τὸ ϑεῖον, ἔφη, φϑέγγεται 60 , ἀλλ’ ὅτε ϑελήσει τὴν ἑαυτοῦ βούλησιν ἀxουστὴν γενέσϑαι, ώς φωνὴ ἡ βούλησις φϑέγγεται τῷ 61 ὑπὸ τῆς ϑείας νυττομένῳ ἐνεργείας. διὸ οὓς μὲν ϑέλει ἀκοῦσαι, ἀκούουσι, κἂν ὁμοῦ που ὦσιν οἱ ἀκοῦσαι ὀφείλοντες, καἰ οί 62 μὴ τῆς ἀκοῆς ἐκείνης ἄξιοι ὂντες οὐκ ἀκούουσι 63 . διόπερ εἰς ἐκεῖνον μόνον τὸν τόπον, ὅπου ἐβαπτίσϑη ὁ κύριος, ἠκούσϑη ἡ φωνή εἰ δὲ μὴ τοῦτο ἦν, πᾶς ἂν ὁ κόσμος ᾔσϑετο τῆς 64 ὲκ τοσούτου ὕψους φωνῆς ἀπηχηϑείσης, κἂν ἀγγέλου ἦν ἡ φωνή. τοῦτο δὲ ἐκ τοῦ εὐαγγελίου μάλιστα τοῦ κατὰ τὸν ϑεσπέσιον Μάρκον ἔξεστι τῷ ϑέλοντι μανϑάνειν· τῆς γὰρ ἐπί τοῦ ὅρους, ὅτε μετεμορφώϑη ὁ κύριος, ἐνεχϑείσης φωνῆς μεμνημένος λέγει· «καὶ 65 ἐγένετο νεφέλη ἐτασκιάζουσα αὐτούς, καὶ ἐγένετο 66 φωνὴ ἐκ τῆς νεφέλης· οὗτος ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε» 67 .
ιβ'. Ἐρώτησις. Ὀρϑῶς, ἔφην, ἐδίδαξας. καὶ τὸ 68 ἐν εἴδει ὦφϑαι τὸ πνεῦμα τό ἅγιον καὶ ζῳοποιὸν 69 πῶς δεῖ νοεῖν; ἀίδιος γἀρ καὶ ἀμετάβολος 70 , ώς εἶπας. τίς οὖν οἶδεν, οἵα ὐπάρχει ή [ϑεία καὶ] μακαρία φύσις;
Ἀπόκρισις. Καὶ τοῦτο, ἔφη, τῆς ἐπὶ τῇ φωνῇ τοῦ πατρὸς ἐκεῖ ϑαυμάζειν ϑεωρίας· οὐ γὰρ τοῦ πνεύματος ἡ ἀόρατος καὶ ἀμετάβλητος φύσις εἰς τὸ τῆς περιστερᾶς μετεβλήϑη εἶδος, ἵνα οὕτως ώς 71 ἤϑελεν όραϑῇ 72 , άλλ’ 73 ό τούτου 74 καταξιωϑεὶς τοῦ κάλλους τοῦτο εἶδεν, έν ὧπερ ὀραϑῆναι ἀνθρώπῳ τὸ ϑεῖον πνεῦμα καταβαῖνον ἐκ τῶν οὐρανῶν ἠϑέλησεν, ὥστε 75 βουλήσει 76 , ἔφη, ἐδείχϑη τῷ ϑεασαμένῳ τὸ 77 εἶδος ,οὐ μὴν τὴν ἄρρητον xαὶ ἀπερινόητον φύσιν ἐκείνην 78 φαίη τις 79 ἄν εἰς ἐκεῖνο τὸ μέτριον ώς κατὰ συστολὴν σχηματισϑεῖσαν τεϑεωρηκέναι 80 εἶδος, τοῦτον τοίνυν, ἔφη, τὸν τρόπον ώς ἐν ὁράσει εἴδους εἶδον καὶ οἰ προφῆται τὸν ϑεόν· οὐ γὰρ αὐτὀς εἰς σχῆμα μεταβαλλόμενος αὐτοῖς ἐφαίνετο, ἀλλ’ αὐτοὶ ώς [ἐν] εἴδει δόξης ἑώρων τὸν ἀσχημάτιστον, βουλήσεως αὐτοῖς οὐ φύσεως ἐν εἴδει δεικνυμένης 81 · ἡ γὰρ τῆς βουλήσεως ἐνέργεια ώς εἶδος αὐτῆς 82 ἐν ταῖς ὀπτασίαις δηλαδὴ δόξης ἐφαίνετο διὰ τὸν ἐν εἴδει βουλῆς ἑαυτὸν 83 ὃλως 84 ὀφϑῆναι ϑελήσαντα.
ιγ΄. Ἐρώτησις. Πῶς οὖν ἄρα ὁραϑήσεται, ἔφην, ἐν τῷ ἀφϑάρτῳ αἰῶνι ἀνϑρώποις ϑεός;
Ἀπόκρισις. Ἀφϑαρσία μέν , ἔφη, σώματος ἐγγὺς εἴναι κατά τδν άληϑῆ λόγον ἄνϑρωπον ποιεῖ ϑεοῦ οὕτω δὲ καὶ τότε ὁραϑήσεται ἀνϑρώποις ϑεός, ώς δύναται πάλιν ἄνϑρωπος ἰδεῖν ϑεόν.
ιδ΄. Ἐρώτησις. Οὐκοῦν, πάλιν ἔφην, ἐν σχήματι;
Ἀπόκρισις. Οὔκ, ἔφη, ἀλλ’ ἐν ἀρετῇ δόξης 85 · διὸ οἱ τούτου μέλλοντες 86 καταξιοῦσϑαι ἐν τῷ φωτὶ μέν ἔσονται διὰ παντός, τοῦ ϑεοῦ τῆς ἀγάπης 87 ἀεὶ 88 ἐν δόξῃ ἀπολαύοντες, τοῦ ϑείου δὲ καταλάμποντος αὐτοὺς 89 φωτός τὴν φύσιν, οἵα τίς ἐστι κατανοῆσαι 90 μὴ δυνάμενοι ὃν γὰρ τρόπον χωρεῖται ὅπου ϑέλει ϑεὸς ἐν τῷ μένειν ἀχώρητος, οὕτω καὶ ὁρᾶται ἕνϑα ἂν 91 ϑέλη, ἐν τῷ μένειν ἀόρατος.
ιε´. Ἐρώτησις. Τί δὲ δεῖ νομίζειν ἀρετὴν ϑεοῦ;
Ἀπόκρισις. Κάλλος, ἔφη, ἀνείδεον ἐν δόξη μόνῃ γνωριζόμενον.
ις´. Ἐρώτησις. Ἐμοὶ δέ, ἔφην, ἡ δόξα ὥσπερ ὅψις τις ἐξοχωτάτη ἀνϑρωπίνως νοεῖται.
’Απόκρισις. Μὴ οὕτως νόει, ἔφη· τῆς γὰρ ἀύλου ἐκείνης καὶ μακαρίας φύσεως ύπὲρ εἶδος εἶναι τὸ κάλλος 92 πιστεύεται διὰ πολλὴν καϑαρότητα, ὅϑεν καὶ τὰ μηδέπω ὅντα 93 ώς παρόντα μόνος [ώς] ϑεὸς καϑορᾷ 94 · εἰ γὰρ ἐν εἴδει ἦν τινι 95 ή φύσις ἐκείνη ἡ ἄφραστος, οὐκ ἂν τὰ μηδέπω ὄντα ἐϑεώρει ώς ὄντα.
ιζ΄. Ἐρώτησις. Πῶς λέγεις;
Ἀπόκρισις. Ὄτι τὸ 96 ἐν εἴδει ὅλως ὄν 97 τινι οὐδὲν τῶν μελλόντων λέγεσϑαι ἢ γίνεσϑαι προειδέναι δύναται διὰ τὸ ἐν ὅρῳ 98 αὐτὸ ὅλως ὐπάρχειν 99 φύσεως, κἂν πᾶσαν αὐτοῦ ὥσπερ ὄψιν ἔχη 100 τὴν φύσιν. διόπερ ό ἡμέτερος νοῦς ὀφϑαλμῷ μέν τινι πλουσίῳ τὰ πάντα περισκοπεῖ, τῶν δέ μελλόντων γίνεσϑαι οὐδὲν εἰδέναι δύναται οὐδὲ 101 μετὰ τό χωρισϑῆναι τὴν ψυχὴν τοῦ σώματος, ὅτε ή πᾶσα [αὐτοῦ φύσις] 102 ) ὥσπερ ὀφϑαλμός τις εἶναι 103 πιστεύεται, ὅπερ καὶ περί 104 τῶν οὐρανίων δυνάμεων προσήκει νοεῖν, ού 105 ὄψις ὄντως ἡ πᾶσα φύσης εἶναι λογίζεται 106 .
ιη΄. Ἐρώτησις. Τί οὖν ὅτι καὶ αὐτὰς καὶ τὴν ψυχὴν ύπὲρ εἶδος εἶναι λογίζονταί τινες 107 ;
Ἀπόκρισις. Μακράν, ἔφη, ἐκ εῖνοι ύπονοοῦσι λόγου· δεῖ μὲν 108 γὰρ [τὸ] μήτε ἀγγέλους μήτε [τὴν] ψυχὴν ὁρᾶσϑαι δύνασϑαι, ἀσχημάτιστα αὐτὰ όμολογουμένως 109 δεῖ νοεῖν ζῷα εἶναι 110 . δεῖ δὲ εἰδέναι, ὅτι ἐν ὄψει τινί εἰσιν καὶ νοὸς κάλλει καὶ ὅρῳ ώς εἶναι τὴν 111 τῶν νοημάτων εὐπρέπειαν εἶδος αὐτῶν καὶ κάλλος. διὰ τοῦτο ὅτε μὲν καλὰ φρονεῖ ἡ ψυχή, περιλαμπής ἐστιν ὅλη καὶ περίβλεπτος, ὅτε δὲ κακά, ἀφεγγὴς καὶ ἀϑαύμαστος· ὥσπερ γὰρ 112 αἱ ὑπὸ τῆς κόρης τοῦ ὀφϑαλμοῦ άρπαζόμεναι σκιαὶ 113 διὰ τήν πολλὴν αὐτῆς καὶ 114 ὀξείαν 115 τρανότητα, ἥντινα 116 αἴσϑησιν δεῖ λέγειν τῆς ὀπτικῆς δυνάμεως (πρέπον γὰρ καὶ ἐκφαινομένου ὑποδείγματος τό ἀφανὲς τοῦτο ώς δυνατόν ὁμιλεῖσϑαι ϑεώρημα), ὥσπερ εἴδη 117 τῆς αὐτοῦ φαίνεται 118 ἐνεργείας, οὕτω δὴ 119 καὶ ὅπερ ἂν ἐκ τῆς αὐτοῦ 120 άρπάσῃ ἐπιϑυμίας ό νοῦς, ἐνϑύμημα τοῦτο ὥσπερ εἶδος γίνεται τῆς ένεργείας τῆς ψυχῆς, ὅπερ ἐστὶν αὐτῆς διὰ πολλὴν λεπτότητα· ἐπὶ γὰρ τῶν ἀσωμάτων φύσεων ὅπερ ἂν κτήσητάι ἡ ἐνέργεια, τοῦτο ὥσπερ τῆς φύσεως διὰ πολλήν, [ώς ἔφην 121 ], λεπτότητα γίνεται, κἂν τε μετὰ δόξης κἂν τε μετὰ πάϑους τοῦτο συμβαίνῃ γίνεσϑαι. ὅπερ καὶ ὲπὶ τῶν ἀποστάντων ἀγγέλων δεῖ νοεῖν· ἕως μὲν γὰρ ἐφρόνουν τὰ πρέποντα ἀγγέλοις, αὐτὸ τὸ κάλλος 122 τῶν νοημάτων εἰς εἶδος αὐτοῖς δόξης ἐγίνετο. ἐπεὶ δὲ τῶν ϑεοφιλῶν κατεφρόνησαν ἐννοιῶν, αὐτήν τὴν εὐφροσύνην 123 αὐτῶν εἰς εἶδος αἰσχύνης ἐκτήσαντο.
ιϑ΄. Ερώτησις. Οὐκοῦν, ἔφην, ώς μὲν πρὸς τὴν τοῦ σώματος ἠμῶν πυκνότητα 124 καὶ τὴν ψυχὴν καὶ τοὺς ἀγγέλους ἄϋλα δεῖ ζῷα 125 λέγειν καὶ ἀνείδεα, ώς δὲ πρὸς τὴν τῆς ϑείας φύσεως ἄπειρον καϑαρότητα οὐκέτι φαίνεται;
Ἀπόκρισις. Πάσης μὲν 126 γενέσεως ἀποτέλεσμα εἶδος, ἔφη 127 , τοῦ δὲ 128 ἀεὶ ὄντος, γένεσιν 129 δὲ οὐκ ἔχοντος, ύπὲρ εἶδος ἀεὶ μόνον τὸ κάλλος 130 πιστεύεται· οὐ γὰρ ἀπὸ 131 γενέσεως ἀπετελέσϑη, ἀλλ’ ἐξ αὺτοῦ 132 τὸ εἶναι ἔχει ὲν τῇ ύπὲρ φύσιν φύσει.
κ´. Ἐρώτησις. Ἐμοὶ δὲ ἔτι τοῦτο περὶ τούτου, ἔφη[ν] 133 , ϑέλοντι μαϑεῖν φράσον· διὰ τί κάλλος λέγομεν ἐπί ϑεοῦ καὶ εἶδος ού λέγομεν; ἐν γὰρ τῷ εἴδει πάντως καὶ τὸ κάλλος ϑαυμάζεται.
Ἀπόκρισις. Ἐπειδὴ κάλλος ϑεοῦ ἡ 134 δόξα ἐστὶ τῆς οὐσίας τοῦ ϑεοῦ.
κα'. ’Ερώτησις. Τί οὖν ἄρα, ἔφην, εἴποι τις ἄν εἰρηκέναι τὸν ψαλμφδόν· «ἐγὼ δὲ ἐν δικαιοσύνῃ όφϑήσομαι τῷ προσώπῳ σου, χορτασϑήσομαι ἐν τῷ ὀφϑῆναι μοι τὴν δόξαν σου» 135 ;
Ἀπόκρισις. Τοῦτο, ἔφη, παρὰ τοῦ προφήτου εἴρηται, οὐχ ώς ἐν προσώπῳ τινὶ ἢ σχήματι οὒσης τῆς ϑείας φύσεως, ἀλλ’ ἐν τῷ εἴδει καὶ τῇ δόξη τοῦ υίοῦ ό ἀνειδεος ήμῖν 136 πατὴρ ὀφϑήσεται· διὰ τοῦτο γὰρ ηὐδόκησεν ὁ ϑεὸς τὸν λόγον αὐτοῦ εἰς τὸ ἀνϑρώπινον ἐλϑεῖν διὰ τὸ 137 τῆς σαρκώσεως εἶδος μένοντα (πῶς γὰρ οὔ;) ἐν τῇ αὐτοῦ παντοδυνάμῳ δόξη, ἵνα εἰς τὴν πυκνότητα τοῦ σχήματος τῆς ἐνδόξου ἐκείνης σαρκός ἀποβλέπων ἄνϑρωπος 138 (εἶδος γὰρ εἶδος όρᾷ) μετὰ τὸ καϑαρϑῆναι διὰ 139 τῆς ὰναστάσεως δύναται 140 τὸ κάλλος όρᾶν ὥσπερ ἐπὶ ϑεοῦ. οὕτως οὖν ό μὲν πατὴρ κρυφοφανεῖ τρόπῳ ὀφϑήσεται τοῖς δικαίοις, ὃν τρόπον νῦν τοῖς ἀγγέλοις φαίνεται, ὁ δὲ υἱός διὰ τὸ σῶμα φανερῶς· πρέπον γὰρ ἀληϑῶς τοὺς μέλλοντας εἰς αἰῶνας βασιλεύεσϑαι ύπὸ ϑεοῦ γνωστῶς 141 μέλλειν ἀεὶ ὁρᾶν τὸν ἑαυτῶν ἄρχοντα, ὅπερ ἀδύνατον ἦν, εἰ μὴ διὰ τῆς ἐνανϑρωπήσεως αὐτοῦ εἰς εἶδος ὁ ϑεὸς λόγος παρῆν.
κβ'. ’Ερώτησις. Πιστῶς καὶ κατὰ λόγον, ἔφην, ἐδίδαξας, ὦ λόγε, τὴν Ἰωάννου μοι στήλην διὰ παντὸς δεικνύων. λοιπὸν δὲ τὸ λεῖπον 142 , ἔφην, τῆς περὶ τῶν ἀγγέλων, παρακαλῶ σε, ἀποδος ϑεωρίας, ὅπερ καὶ τῷ περὶ 143 ψυχῆς, οἶμαι, ἁρμόττειν μετὰ τὴν τοῦ σώματος ἀνάστασιν λόγῳ.
Ἀπόκρισις. Ποῖον τοῦτο; ἔφη.
κγ᾽ ’Ερώτησις. Οί 144 ἄγγελοι ὲν αἰσϑήσει εἰσὶν ἢ οὔ;
Ἀπόκρισις. Κατὰ μὲν τὸν τῆς γνώσεως, ἔφη, λόγον ἐν αἱρετῇ 145 τινι ἐτύγχανον γνώσει 146 κατὰ τὸν αὐτεξούσιον λόγον· διὸ καί τινες ἐξ αὐτῶν πάϑει δουλεύσαντες ἔπεσον. ἐπειδὴ δὲ ὐπὸ τῆς τοῦ ϑείου καὶ ἐνδόξου πνεύματος δοξολογίας οί μὴ συναπαχϑέντες τῇ ἀποστασίᾳ ἀσινεῖς 147 διεφυλάχϑησαν εἰς ἀπάϑειαν, κρείττονές εἰσι καὶ αἰσϑήσεων, ἐν ήδονῇ δέ τινι ἀτρέπτου δόξης ὐπάρχουσιν, ὅϑεν καὶ ὅμοια αὐτοῖς ἐστι διὰ πάντων τὰ [δια]νοήματα· οὐ γὰρ μόνον ὁμοίως γινώσκουσι τὰ καλά, ἀλλὰ καὶ ὁμοίως ἀγνοοῦσι ταῦτα 148 [τὰ] τούτοις ἐναντία, ὅπερ καὶ ἐπὶ τῶν δικαίων [ἐν τῇ ἀναστάσει] γενήσεσϑαι ἐλπίζεται, ὅταν ό καρπὸς τῶν αὐτεξουσίων ἐν ὐποταγῇ τελείᾳ παρ’ αὐτῶν προσενεχϑῇ 149 τῷ ϑεῷ.
κδ'. ’Ερώτησις. Ὀρϑῶς. ἆρα δ’, ἔφη[ν], φωνῇ ποιοῦνται τὴν ὑμνῳδίαν αί ἐπουράνιαι ἐκεῖναι καὶ ἅγιαι δυνάμεις, ἢ ἐνδιαϑέτῳ 150 , ὥς τινες ύπονοοῦσι, λόγῳ;
Ἀπόκρισις. Φωνῇ, ἔφη· εἰ γὰρ φλόγες 151 πυρός, ώς αἱ γραφαὶ δηλοῦσιν, όμολογοῦνται εἶναι, δῆλον ὅτι φωνῇ τινι ἐξόχῳ ύμνοῦσι τὀν ϑεόν· διόπερ 152 καὶ 153 πολλοὶ 154 τῶν ἁγίων πολλάκις 155 τῆς φωνῆς αὐτῶν ἐν ὀπτασίᾳ αἰσϑάνονται, ώς αί γραφαὶ δηλοῦσιν 156 .
κε´ Ἐρώτησις. Δῆλον, ἔφην. ἀλλ’ ἴσως τινὲς ἐροῦσιν, ὄτι κατὰ τὸν περὶ τῆς ϑείας φωνῆς ἀποδοϑέντα λόγον καὶ ό περὶ τῆς τῶν ἀγγέλων φῳνῆς λόγος ὀφείλει ϑεωρεῖσϑαι.
’Αποκρισις. Θεῷ μέν, ἔφη, ἐπειδὴ πάντα δυνατά, διὰ τοῦτο καὶ ώς λαλῶν, ὄτε ϑέλει, δείκνυται ἐπάνω τούτων μένων, ώς μόνος ὢν ἄϋλος. ἀγγέλοις δὲ τοῦτο ἀδύνατον ποιῆσαι· εἰ γὰρ μή λαλοῦντες καὶ αὐτοὶ ώς λαλοῦντες ήδύναντο ὅτε ἐβούλοντο δείκνυσϑαι, ἠδύναντο καὶ ὅπερ ἂν ἤϑελον ἐξ οὐκ ὅντων ποιεῖν.
κς´ ’Ερώτησις. Μάλα καλῶς. τί δὴ καὶ περὶ τῆς ψυχῆς, ἔφη[ν, τῆς] χωριζομένης τοῦ σώματος 157 δεῖ νοεῖν;
’Απόκρισις. Ἠ ψυχή, ἔφη, χωρισϑεῖσα τοῦ σώματος, ἔως ὅτε διὰ τῆς ἀναστάσεως ἀπολάβοι τὸ σῶμα, ἐνδιαϑέτῳ λόγῳ ὁμολογουμένως ὑμνεῖ τὸν ϑεόν, ἐπειδὴ ἐν σώματι ὅλως τὸ λαλεῖν εἴληφεν· οἱ δε ἄγγελοι ἐπειδὴ ἐν ἁπλῇ τινί εἰσι καὶ φιλήχῳ φύσει δεδημιουργημένοι, ἀκαταπαύστοις φωναῖς, ώς ἐγνώκαμεν, κέχρηνται, οὐχ ώς δι’ ὀργάνου τινός σωματικοῦ φϑεγγόμενοι, ἀλλ’ αὐτὴν ὥσπερ 158 ἀεικινησίαν πρός αἰτίαν ἤχου τινὸς ἔχοντες 159 ἐξαίσιον· τὸ γὰρ ἀερῶδες 160 αὐτῶν τῆς φύσεως λίαν φιλῳδόν τυγχάνον εἰς ἄπαυστον ἀεὶ 161 αυτούς προτρέπεται καὶ τρανοτάτην βοήν.
κζ΄. Ἐρώτησις. Σαφῶς· ποίῳ δ’ ἄρα, ἔφην, τρόπῳ δεῖ νοεῖν εἰς εἶδος αὐτοὺς μεταβάλλεσϑαι, ὅταν 162 παρὰ ϑεοῦ πρός τινα τῶν ἀγίων ἀποστέλλωνται 163 ;
Ἀπόκρισις. Ξένον μέν, ἔφη, ἀκοῆς τὸ ἐρώτημα καὶ 164 ἀποκρίσεως διὰ τοῦτο ἀστοχοῦν πλὴν δεῖ λογίζεσϑαι, ὅτι εἰς ὅπερ ἂν κελευσϑέντες ἐνϑυμηϑῶσιν [ἐλϑεῖν] 165 εἶδος, ἑτοίμως εἰς τοῦτο τῇ φαντασίᾳ ἔρχονται, εὐχερῶς τῆς φύσεως αὐτῶν τῇ ϑελήσει ὐπουργούσης διὰ πολλὴν ἀραιότητα· πυκνουμένης 166 γὰρ ὥσπερ τῇ δυνάμει τῆς ϑελήσεως, ἐκ τοῦ μὴ φαινομένου εἰς τὸ φαινόμενον ἀνεμποδίστως τῇ φαντασίᾳ ἔρχονται, ἐν ᾤπερ ἂν, ώς ἔφην, σχήματι ὀφϑῆναι τῇ καϑαρᾷ ψυχῇ ϑέλουσι 167 καϑαρᾶς γάρ έστι 168 μόνης 169 ψυχῆς τῆς 170 πνευματικῆς ἰδεῖν δυνηϑῆναι γνωστῶς τὸ εἶδος τῆς φαντασίας 171 · έὰν γὰρ μὴ τὀ 172 πρὸς φαντασίαν καλούμενον τῇ τοῦ φαντάζοντος συντρέχει διαϑέσει, οὐδαμῶς δύναται ἀγγέλου καὶ ἀνϑρώπου φανερῶς γενέσϑαι συνουσία. διόπερ καὶ αἰσϑητῇ τότε κέχρηνται φωνῇ, τὸ σχῆμα τῆς φαντασίας καὶ τῆς φωνῆς διὰ τὴν εἰρημένην, <ώς> ἐμοὶ δοκεῖ, αἰτίαν μιμουμένης.
κη´ Ἐρώτησις. Πιϑανῶς. ἔτι δέ μοι τοῦτο, ἔφην, παρακαλῶ σε, ὦ διδάσκαλε λόγε, πρὶν ἐπιστῆναι 173 τὴν ήμέραν φράσόν (οἶδα γὰρ ὅτι ἐπελϑούσης αὐτῆς εὐϑέως ἀποστήσῃ· οὐ φέρεις γὰρ παριστάναι 174 ψυχῇ πρὸς τὸ λαλεῖν)· λοιπὸν ή ὥρα 175 τὰ τοῦ βίου πτερυσσόμενα 176 σχήματα 177 , εἰ 178 ἀποστελλόμενοι 179 παρὰ ϑεοῦ οἱ 180 ἄγγελοι ἐπὶ τῆς γῆς ἐν ᾤπέρ εἰσι χρόνῳ ἐν τῷ κόσμῳ, οὐ τῆς ἐν οὐρανοῖς αὐτῶν διατριβῆς ἀπολιμπάνονται;
Ἀπόκρισις. Ἀδύνατον μέν, ἔφη, ἐν ᾡπέρ εἰσι χρόνῳ ἐν τῷ κόσμφ, εἶναι αὐτοὺς τῷ αὐτῷ τρόπῳ καὶ ύπεράνω τοῦ οὐρανοῦ· τοῦτο γὰρ μόνου τοῦ ἐνανϑρωπήσαντος ϑέοῦ λόγου ὑπάρχει ἴδιον τοῦ καὶ ἐν τῇ γῇ ταύτῃ φαινομένου ἀφαντάστως καὶ τῶν ἐπουρανίων μἠ ἀπολειπομένου 181 , ἀλλὰ [καὶ] πάντα [ώς ἀεὶ] περιέχοντός διὰ τὸ τῆς [ϑείας] φύσεως αὐτοῦ ἀπερίγραπτον. δεῖ δὲ εἰδέναι, ὅτι ὅπου ἐὰν ὦσι πᾶσαι ἐκεῖναι [αἱ] ἀγγελικαὶ δυνάμεις, οὕτω τὰ ἐπουράνια πάντα καὶ τὰ ἐν κόσμῳ 182 ἐνορῶσι πράγματα, ώσανεὶ 183 περὶ αὐτὸ 184 δι’ ὅλου 185 κείμενοι 186 · τὸ γὰρ ἀερῶδες 187 αὐτοῦ 188 [καὶ διαυγὲς] 189 τῆς φύσεως καὶ τὸ ὥσπερ ὄψιν αὐτοῦ 190 πανταχόϑεν ὑπάρχειν 191 διὰ τὴν χάριν μάλιστα τοῦ ἁγίου πνεύματος, οὕτως 192 ἅπαντα 193 ποιεῖ 194 αὐτὰς καϑορᾶν. ὁ ϑεὸς δὲ μόνος καὶ τὰ μέλλοντα ἐγγὺς καϑορᾷ 195 , ώς ὑπὲρ τὰ πάντα ὤν, καὶ οὐ μόνον τὰ ὄντα, ἀλλὰ καὶ τὰ 196 ὁτεδήποτε ἐσόμενα ώς ἤδη παρόντα τῇ δόξῃ περιέχων· διόπερ καὶ μόνος βουλὰς καρδιῶν οἶδεν.
κϑ´. Ἐρώτησις. Οὐκοῦν καὶ ἡ ψυχή, ἔφην 197 , χωρισϑεῖσα τοῦ σώματος κατὰ τὸν περὶ τῶν ἀγγέλων ἀποδοϑέντα λόγον οὐ μόνον τὴν τῶν ἀσωμάτων ἐνοπτρίζεται χώραν, ἀλλὰ καὶ πάντα τὰ ἐν κόσμφ ὁμοίως όρᾷ;
Ἀπόκρισις. Ἥκιστα, ἔφη· οἱ μὲν γάρ, ἐπειδὴ ἐν ὰπλῇ ἂπαξ ἐδημιουρ γήϑησαν φύσει, οὐ μόνον τὰ ἐν τόπῳ 198 , ἀλλὰ καὶ τὰ ὐπὲρ τόπον 199 δύνανται πάντως 200 όρᾶν· ἀραιᾶς γὰρ φύσεως ἴδιον μὴ ὁρᾶσθαι μὲν παρὰ τῶν ἐν πυκνότητι φύσεως ὄντων, ὁρᾶν δὲ πᾶσαν <τὴν> τοιαύτην 201 φύσιν. ἡ δὲ ψυχή, ἐπειδὰν χωρισϑῇ τοῦ σώματος, οὐκέτι δύναται τὰ ἐν τόπῳ 202 ὁρᾶν· ὅτι πνεῦμα γάρ, φησί, διῆλϑεν ἐν αὐτῷ καὶ οὐχ ὐπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτῆς 203 · έπειδὴ γὰρ διὰ τῆς συγκράσεως [τοῦ σώματος] ἐν τόπῳ γίνεται, ἀνάγκη πᾶσα 204 χωρισϑεῖσαν αὐτὴν τοῦ σώματος μηκέτι ταῦτα όρᾶν, ἅπερ έώρα διὰ τοῦ σώματος 205 , ὅτι ό μὲν ἄνϑρωπος 206 ἐν τῇ συγκράσει τὸ ὁλόκληρον ἔχει, οί δὲ ἄγγελοι ἐν άπλότητι φύσεως.
Ταῦτα μόνα ἢ 207 καὶ τι ἕτερον ὁ τὴν Ἰωάννου μοι σοφίαν ύπαγορεύσας ἐφανέρωσεν λόγος, ὦ πολυστέφανε καὶ φωτοφόρε βασιλεῦ· ἐπιστάσης γὰρ ἀπέπτη τῆς ημέρας 208 , διψῶντα με πάλιν 209 τῆς αὐτοῦ καταλιπὼν 210 [σοφίας τε καὶ] 211 ) φιλίας.
Издана А. Дмитриевским по неисправной кормчей Соловецк. библ. 495 (476) 1519 года с вapиaми из кормчей Кевск. Церк.-Археол. Музея 138 XY–XVI века («Опыт издания греч. церк. писателей древнейш. времени в русск. патролог. литературе» прилож. № III в Сборнике статей, посвященных В. И. Ламанскому. Спб. 1907, ч. I, стр. 440–448).
В. Бенешевич , Кормчая Никифорова (Изд. Имп. Акад. Наук 1903, XVIII, № 4, стр. 29) и отсюда Дмитриевский , 1. с., стр. 426.
Этот замечательный номоканон описан Н. Красносельцевым (Сведения о некоторых литургич. р-сях Ватик, б-ки. Казани, 1885, стр. 61–63), но далеко не точно и не полно; постараюсь дать впоследствии новое описание.
Запись на л. 232 a ἔτους ͵ϛωϙα΄ ἰνδικτ. ϛ΄ ἡμέρᾳ ε΄ἐν μηνὶ μαρτίῳ. На л. 2 другая запись: αὕτη ἡ βίβλος πατριάρχου Μακαρίου καὶ γράμματα αὐτοῦ. ἀπεχαρίσθη δὲ αὕτη τῷ Ἀγάθωνι καὶ παρ' αὐτοῦ ἀνετέθη καὶ τῇ σεβασμία μονῇ τοῦ πανευφήμου ἀποστόλου καὶ πρωτομάρτυρος Στεφάνου.
По содержанию это сборник догмат.-апологет, характера.
Данные для характеристики произведения смотри у К. Попова (Блаж. Диадох , еп. Фотикийский. Киев. 1903) и у Дмитриевского, 1. с.
ἁγιωτάτου Μ.
τοῦ Ἰλλυρικοῦ добавл. Μ.
Вместо всего этого заглавия, в cod. есть только in m.: Ερωτήσεις καὶ ἀποκρίσεις
πάνυ ὠφέλιμαι. Vatic. 402 добавил. in m. ἀποκάλυψις τοῦ ἁγίου Διαδόχου. Bodl. Canonic. 15:
Ὅρασις τοῦ αὐτοῦ ἁγίου Διαδόχου. Bodl. Barocc. 69: Αἱ παρὰ τοῦ ϑείου Ἰωάννου τοῦ Προδρόμου
λυϑεῖσαι ἀπορίαι τῷ ἁγίῳ Διαδόχῳ ἐν όράσει.
μῆτερ ἐκκλησίας Μ.
προσώπῳ Β.
ἀνϑρωπίναις ἀκοαῖς φέρουσαν Β.
εὐψύχως Μ.; ἀψύχως Β.
καί вставл. Μ.
ἐνεβόας Β.
ὠσαύτως cod. (вм.ώς αύτός).
μέλλει Β.
Συνήση cod.
ἒφη Μ.
γὰρ вставл. Μ.
τῷ ἐρῶντί Μ.
καἰ проп. Β.
καὶ вставл. Μ.
αὐτὸν Β.
τὸν λόγον Β.
δὴ Μ.
ἀνδρείαν Β.
πάλιν cod. Μ.
Τίου cod.
καϑαρωτάτου Β καϑαρωτέρου Μ.
πολιτικὸν δἐ ἦϑος ΒΜ.
ἀπαλλαγἠ проп. Β.
ἤ Β; εἰ Μ.
τις Μ.
ἐκεῖ ΒΜ.
σιωπὴ Μ.
εὐσχήμως Β.
οὐ μειδιᾶ ΒΜ, но в Μ ещё вставка ἥ οὔτως· πολιτικῶν δὲ ἠϑῶν ἐκκοπὴ καὶ ἀποφυγὴ ἡ τῆς έκεῖσε σιωπῆς εὔσχημος όμιλία.
ὐπομονῆς ΒΜ.
ἀπετέλουν Β.
ὀρέγομαι Β; δέομαι Μ.
ἐδήλου Μ.
ἀγνωμοσύνῃ Β.
ἐσφράγησε Μ.
τῷ ϑηριώδει ἔϑει ΒΜ.
πόσον В (вм. πῶς ὂν).
ἑώρουν Μ.
τόλμην Β.
ὂντως συντετριμμένης Β.
τὰ cod.; τότε Β.
αὐτῷ Μ.
ἤδη Μ, но и над ἤ и надъ η надп. εἴ и ει.
Ἐνεμοι cod.
ἐπεδείκνυεν Μ.
ἄπορον Μ.
ὑπέδειξε Β.
αὐτὴ cod.
ἢτις ὡσανεὶ δακτύλῳ τὸν υἱόν ἐπεδείκνυεν ὑπό τοῦ πατρὸς μαρτυρουμένου вставл. Μ, но вычерκив.
τῇ вставл. Μ.
ἁσωμάτων Μ.
φϑέγγεσϑαι ΒΜ.
ὦ M.
εἰ M.
ούκ ἀκούουσι проп. Μ.
τῆς проп. Β.
καί проп. Μ.
έγένετο пροп. Μ.
сравн. Марка IX 7.
τό δέ Μ (вм. καί τό).
τό ἂγιον καί ζῳοποιόν πνεύμα ΒΜ.
άμετάβλητος Μ.
ἢ εί Β.
ὢράϑη ΒΜ.
καί Μ.
τοῦτο Μ.
ἐν εἴδει вставл. Μ.
βουλήσεως ΒΜ.
τὸ проп. ΒΜ.
ἐκείνην φύσιν Μ.
ἥτις ΒΜ.
τεϑεώρηκεν ΒΜ.
δεικνυμένου Μ.
αὐτοῖς ΒΜ.
ἑαυτῆς cod.; αὐτὸν Β; αὐτοῖς Μ.
ὃλως пροп. ΒΜ.
ἐν ἀρετῆς δόξῃ Μ.
διὸ οί τούτου μέλλοντες προπ. Μ, но оставляя пустое место.
τῆς ἀγάπης проп. Μ, оставляя место.
ὅτι Μ.
αὐτοῖς ΒΜ.
κατανοῆσαι проп. Β.
ἐάν Μ (вм. ἔνϑα ἂν).
φαίνεται вставл. Μ, но вычеркнв.
καϑαρότητα, ὅϑεν καὶ τὰ μηδέπω ὄντα пpoп. В.
διὰ πολλὴν καϑαρότητα ... ϑεὸς καϑορᾷ проп. Μ.
τινι пροп. ΒΜ.
τὸ пpoп. ΒΜ.
ὄν ὅλως Β; ὢν ὅλως Μ.
ὁράσει ΒΜ.
ὑπάρχει cod.
ἔχῃς ΒΜ.
δύναται οὐδὲ проп. Β.
вставка из Μ.
περὶ проп. Μ.
εἶναι τις Β.
ή вставл. cod.; ών Μ.
δεδήλωται Β.
τινες проп. Β.
διὰ В (вм. δεῖ μὲν).
όμολογοῦμεν ώς ΒΜ.
εἶναι ζῷα ΒΜ.
καὶ νοὸς... τὴν проп. Β.
γὰρ проп. Β
σκιαὶ пροп. Μ.
καὶ проп. Β.
ἀξίαν Β.
καὶ вставл. Β.
ἤδη ΒΜ.
φαίνονται ΒΜ.
δεῖ Μ; δὲ Β.
ἑαυτοῦ ΒΜ.
ἔφη Μ.
καλὸν ΒΜ.
ἀφροσύνην ΒΜ.
γυμνότητα Β.
ζῷα δεῖ В.
γὰρ вставл. В.
ἔφη пροп. Β.
ἐπὶ δε τοῦ В (ΒΜ. τοῦ δὲ).
γενέσϑαι Β.
μόνου τοῦ κάλλους Β.
ύπὸ Β.
ἑαυτοῦ Μ.
ἔφην περὶ τούτου ΒΜ.
ή проп. ΒΜ.
Псал. XVI (XVII) 15.
ήμῶν Β.
τὸ пροп. ΒΜ.
ἄνϑρωπος ἀποβλέπων ΒΜ.
διὰ проп. ΒΜ.
δύνοι Β; δύνοιτο Μ.
γνωστὸς Β.
λεπτόν μοι ΒΜ.
τἢς вставл. Μ.
неразборчиво одно начальное слово в cod.; οὐράνιοι вставл. В.
ἀρετῇ В.
αἰσϑήσει ВМ.
τῆς ἀποστασίας άσινῆ В.
ταῦτα проп. Μ.
προσενεχϑεῖναι Μ.
ἐνδιαϑέτως Β.
ἐν φλογὶ Β.
διὀ Μ.
καὶ пροп. Μ.
φωvῇ τινι ... πολλοὶ пροп. Β.
πολλάκις τῶν ἁγίων Μ.
ὡς αί γραφαὶ δηλοῦσιν проп. Β.
τῷ σώματι Μ.
τὴν вставл. Μ; τινὰ вставл. Β.
ἔχοντος M.
αὐρῶδες Β.
ἀεὶ пροп. Β.
ὅτε Β.
ἀποστέλλοντaι cod.
κατ᾽ β.
вставка из Μ.
πυκνωμένης cod; πυκνουμένη ΒΜ.
ϑελούσῃ Β.
ἔστι Β.
μόνον ΒΜ.
καὶ Μ.
αὐτῶν вставл. Μ.
τὸ μὴ Β.
μοι вставл. ΒΜ.
παρεστάναι ΒΜ.
ἢ όρᾷ В; не следует ли читать: εἰ ὅρατὰ.
πτερυσσόμενος Β.
ή ὥρα... σχήματα пpoп. Μ.
ἢ Β; ἦ Μ.
ἄγγελοι вставл. Μ, но вычеркив.
оἱ проп. В.
ἀπολιπομενου cod.; ἀπολιμπανομένου Μ.
ἐγκόσμια Β.
ὡς ἂν ή Μ.
αὐτὰς ΒΜ.
ἦνε вставл. Μ.
κείμενα ΒΜ.
αὐρῶδες Β.
αὐτῶν Β.
вставка из Μ.
αὐτὴν ΒΜ.
παρέχειν Β.
οὕτως проп. Μ.
ἅπαντας Β.
ποιεῖν Μ.
ὁρᾷ ΒΜ.
τὰ проп. Β.
ἔφη Μ.
τὰ ἐν τόπῳ Β.
τὰ ὐπὲρ τόπον Β.
ἂν πως Β.
τὴν τοιαύτην πᾶσαν ΒΜ.
τὰ ἐν τόπῳ δὐναται ΒΜ.
αὐτοῦ ΒΜ.
πᾶσαν Β.
διὰ τὸ σῶμα Β.
ἅπερ ἑώρα ... ἄνϑρωπος проп. Μ. но оставл. пробел.
εἰ cod.; ταὐτὸν μὲν ὢν Μ (вм. Ταῦτα μόνα εὶ).
словом ἡμέρας оканчивается текст в Vatic. 402.
ἔμπαλιν διψῶν В (вм. διψῶντα με πάλιν).
καταλιπόντα Β.
вставка из В.