11. Ἐρ. Πότε ἀπέθανε τὸ τέταρτον τοῦ κόσμου; Ἀπ. Ὅταν ἔσφαξεν ὁ Κἀιτὸν Ἄβελ.
12. Ἐρ. Τίς ἔβηξεν καὶ ἤκουσεν ὅλος ὁ κόσμος; Ἀπ. Ἡ Εὔα ἔβηξεν καὶ ἤκουσεν ὁ Ἀδάμ.
13. Ἐρ. Πόσα ἔτη ἐποίησεν ὁ Ἀδάμ ἐν τῷ παραδείσῳ; Ἀπ. Ἔτη...(?).
14. Ἐρ. Καὶ ἀπὸ παράβασιν πόσα ἔτη ἐποίησεν; Ἀπ. Ἀπ᾽ ὥρας α᾿ ἕως ὥρας θ᾿.
15. Ἐρ. Τίς ζῶν ἐτάφη καὶ σῶμα περιεπάτησε καὶ ὁ νεκρὸς ἔψαλλεν; Ἀπ. Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους.
16. Ἐρ. Τὸ ς᾿, ἵστατο, τὸ δύο ἐλάλει καὶ ιβ׳ ἐθαύμασον; Ἀπ. Τὸ ς᾿ ἦσαν ὥρα, τὸ δὶς ὁ Χριστὸς καὶ Σαμαρεῖτις; οἱ ιβ᾿ ἀπόστολοι ἐθαύμαζον, [ὅτι] μετὰ γυναῖκα ἀλάλει.
17. Ἐρ. Ἔντιμος ὁ δίσκος, ἔντιμος ὁ μίσσος καὶ ἐπικατάρατος ὁ τὸν δίσκον κρατῶν; Ἀπ. Ὁ δίσκος ὁ πίναξ, ὁ μίσσος ἡ κεφαλὴ τοῦ Προδρόμου, ἐπικατάρατος Ἡρωδιάς…..
Далее несколько вопросо-ответов не разобрано вследствие неисправности и худой сохранности рукописи. Последние вопросо-ответы:
18. Ἐρ. Πόσα ὄpη μεγάλα εἰσὶν; Ἀπ. ιβ᾿, Λίβανος. Σιος............. Σιών.
19. Ἐρ. Τί, Βοῦς καὶ ὄνος ἐσθίουσιν; Ἀπ. Βοῦς μὲν ἐστὶν ὁ τῶν Ἑβραίων λαός, οἵτινες διὰ τῆς πίστεως καὶ χάριτος ἐπίγνωσαν τὸν Κύριον, καὶ ὄνος ἐστὶν ὁ τῶν χριστιανῶν λαός, oἱ ἐλθόντες προσεκύνησαν αὐτὸν ἐν τῇ φάτνῃ.
20. Ἐρ. Διὰ τί ἐβαπτίσθη ὁ Κύριος ἀπὸ Ἰωάννην καὶ πόσων ἐτῶν; Ἀπ. ἐβαπτίσθη ὁ Κύριος ἀπὸ Ἰωάννην τριάκοντα ἐτῶν, ἵνα βαπτισθέντος αὐτοῦ ἁγιασθῶσι τὰ ὕδατα. πρὸ γὰρ βαπτισθῆναι τὸν Κύριον νεκρὸν ὑπάρχει τὸ βάπτισμα, ὅτε δε κατῆλθεν ὁ ζῶν λόγος, τὸ νεκρὸν βάπτισμα έζωοποίησαν καὶ ἐγένετο εἰς πνεῦμα τὸ ἅγιον.
21. Ἐρ. Τί πλατύτερον καὶ ….. τετρημένον; Ἀπ. Τὸ εὐαιγέλιον, ὅτι ἐν πολλοῖς ὑπάρχει καὶ ἐν ὁλίγῳ.
№ 10.
Πο рукописи Иерусалимской библиотеки св. Саввы, № 697 л. 39–46, XIII в.
(л. 39) Ἐρωτοποακρίσεις.
1. Ἐρ. Πρὶν γενέσθαι τὸν οὐρανὸν καὶ τὴν γῆν [ποῦ] τὸ πνεῦμα ἐφέρετο; Ἀπ. Ἐπάνω τοῦ ὕδατος.
2. Ἐρ. Πόσα ἔτη ἐπεφέρετο τοῦτο ἐπά(об.)νω τοῦ ὕδατος; Ἀπ. Ἔτη ςτξς.
3. Ἐρ. Διὰ τί ἐξερρίφην ὁ διάβολος; διὰ τὸν Ἀδὰμ ἢ οὔ; Ἀπ. Μωρῶν ἀνθρώπων τὰ τοιαῦτα νοήματα. ὁ γὰρ διάβολος τῇ δ׳ ἡμέρᾳ ἐξέπεσεν. ὁ δὲ Ἀδὰμ ἔπλασεν τῇ ς׳, εὔδηλον, ὅτι διὰ τὴν ὑπερηφανίαν αὐτοῦ, ὅτι εἶπεν θύσω τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστφ.
4. Ἐρ. Πότε ἔπλασεν ὁ Θεὸς τὸν Ἀδὰμ καὶ ποῖον μῆναν καὶ εἰς τὰς πόσας; Ἀπ. Μηνὶ Μαρτίῳ κϵ'.
5. Ἐρ. Πότε ἀπέθανεν τὸ τέταρτον τοῦ κοσμοῦ; Ἀπ Ὅταν ἀπέκτεινε Κάιτὸν ἀδελφὸν αὐτοῦ, τὸν Ἄβελ.
6. (40) Ἐρ. Τί ἐστιν τὰ ζ׳ ἐκδικούμενα τοῦ Κοίϊν; Ἀπ. См. выше № 4 вопр. 54.
7, 8 и 9. См. там же вопр. 42, 43 и 44.
10. Ἐρ. (об.) Πῶς καλοῦνται οἱ ἄγγελοι οἱ κρατοῦντες τὸν διάβολον; Ἀπ. Ἰουὴλ καὶ Βαλουὴλ.
11. Ἐρ. Τίς ἤκουσεν ἦχον τοῦ δεσπότου Κυρίου ἐκ τοῦ ᾄδου; Ἀπ. Ὁ Ἀδὰμ τῆς φωνῆς τοῦ Κυρίου.
12. Ἐρ. Τίνα ἀφῆκεν εἰς τὸν ᾄδην ὁ Κύριος; Ἀπ. Τὸν Σαμαήλ καὶ Ἰούδαν τὸν προδότην.
13. См. выше № 4, вопр. 33.
14. Ἐρ. Τίς εἰπὼν ἀλήθειαν ἀπωλέσθη; Ἀπ. Ὁ Ἰούδας εἰπὼν ὃν φιλήσω, κρατήσατε αὐτόν.
15. Ἐρ. Ἡ τὸν Πέτρον ἔρωτήσασα καὶ ἠρνήσατο πῶς ἤκουσεν (41); Ἀπ. Βάβηλα.
16. Ἐρ. Πῶς ἤκουεν ὁ πατὴρ τοῦ Μωσέως καὶ πῶς ἤκουεν ἡ μήτηρ αὐτοῦ; Ἀπ. Ὁ πατὴρ Ἀβραάμ, καὶ ἡ μήτηρ Χαβελῆ.
17. Ἐρ. Πόσα ἔτη ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ εἰς Αἴγυπτον; Ἀπ. Ἔτη σλ׳
18. Ἐρ. Πόσα ἔτη ἐποίησεν ὁ Μωυσῆς, ἵνα ἐκβάλῃ αὐτούς ἐκ τῆς Αἰγύπτου; Ἀπ. Ἔτη σαράκοντα.
19. Ἐρ. Πόσοι ἐπέρασαν τὴν ἐρυθρὰν θάλασσαν; Ἀπ. ἑξακόσιαι χιλιάδες.
20. Ἐρ. Πόσοι ἐπέρασαν τὸν Ἰορδάνην; Ἀπ. αυ᾿.
21. Ἐρ. εἰς πόσα ἐσχίσθη ἡ θάλασσα; Ἀπ. Κατὰ τὸν προφήτην εἰς (об.), ἵνα ἑκάστη φυλὴ διαβῇ ὡς ἔμφαίνει ἔκαστον σχίσμα.
22. Ἐρ. Τί ἐποίησεν Μωυσῆς τούς υἱούς Ἰσραὴλ ……
Всдедствие поврежденности рукописи вопрос и ответ остались не разобранными.
23. Ἐρ. Ὁ πατήρ μου ἐγέννησέ με ἐκ κοιλίας μητρός μου, υἱοί μου έγέ(42)ννησαν τὴν μητέρα τοῦ πατρός μου; Ἀπ. Τίς ὁ πατήρ; ὁ Θεός. τίς ἡ μήτηρ; ἡ γῆ.
24. Ἐρ. Τίς τὰ ὑψηλὰ ταῖς ἐλάφοις; Ἀπ. Ὄρη ὑψηλὰ οἱ προφῆται λέγονται, ἔλαφοι οἱ λόγοι οὕς ἐκήρυξαν.
25. Ἐρ. Τίς ζῶν ἐτάφη; Ἀπ. Ἰωνᾶς ὁ υἱὸς τῆς χήρας.
26. Ἐρ. Τί ἐστὶ τὸ ἀλληλούϊα; Ἀπ. Ἔρχεται ὁ Θεός, δμνεϊτε καὶ δοξάζετε τὸ ὄνομα αὐτοῦ.
27. Ἐρ. Μετὰ τὸ παρελθεῖν τὸν χειμῶνα ἀνθήσει τὸ ἀμύγδαλον καὶ ἀπαχθήσεται ἀκρὶς καὶ διοσκεδεῖ. θήσεται ἡ κάπαρις; Ἀπ. χειμὼν ἐστιν οὗτος ὁ κόσμος, ἀμύγδαλον ἐστιν τοῦ ἀνθρώπου τὸ σῶμα, ἀκρὶς μὲν ἐστιν ἡ ψυχή, κάππαρις ἡ ἁμαρτία.
28. Ἐρ. Διὰ τί ἐν βάτῳ ὤφθη ὁ Θεὸς τῷ Μωϋσῇ καὶ οὐκ ἐν ἑτέρῳ φυτῷ; (об.) Ἀπ. Οἱ μὲν φασιν, ἵνα μὴ δυνηθὤσιν Ἐβραίων παῖδες εἴδωλον ποιῆσαι ἐκ τοῦ ξύλου αὐτῆς. ἀλλοις δὲ δοκεῖ προδιαγραφὼν ὁ Θεός ὅτι μέλλων ἐν τῷ ἐξακανθησάσῃ ἡμῶν σαρκοῦσθαι φύσεις, τούτου χάριν ἐν τῷ τοιούτῳ φυτῷ ὤφθη τῷ Μωϋσῇ.
29. Ἐρ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ρῇμα καὶ νύξ τῇ νυκτὶ ἀναγγέλλει γνῶσιν; Ἀπ. Ἡμέρα ἐστὶν ἡ Ἐλισάβετ καὶ ἡ Θεοτόκος καὶ νύξ τῇ νυκτὶ ἐστιν Ἰωάννης Πρόδρομος καὶ ὁ Χριστὸς ὅτε προσεκύνησεν αὐτὸν εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ.
30. Ἐρ. Ποῦ ἐφάνη ὁ Χριστὸς τοῖς ἁλιεῖς; Ἀπ. Εἰς λίμνην Γεννησαρέτ.
31. Ἐρ. Καὶ τί σημεῖον ἀπέδειξεν; Ἀπ. Ἰάσατο λεπρόν.
32. Ἐρ. Τί ἐστὶν τὸ ἀνώγεων τὸ ἐστρωμένον (43); Ἀπ. Τὴν εἰς οὐρανούς τοῖς ἁγίοις μετὰ τὴν ἀνάστασιν ἐσομένην ἀνάπαυσιν.
33. Ἐρ. Τίνα ἔλαχεν ὁ χιτὼν τοῦ Κυρίου ὁ ἄνωθεν ὑφαντὸς; Ἀπ. Διομήδιον ὄνόματι. καὶ ὡς ἐφόρει αὐτόν, καὶ εἰσήρχετον εἰς τούς θεούς τῶν Ἐλλήνων, ἔπιπτον καὶ συνετρίβοντο καὶ ἀπῆρεν αὐτὸν Κλαύδιος βασιλεύς Ρωμαίων, ὅςτις ἐφόνευσεν τὸν Πιλᾶτον... δῶρα σπαργανωθῆναι. καὶ οὕτως πρωΐ ἡλιακὰς ἀκτῖνας... ὑστίω τε θανάτφ ἀποθανεϊν. καὶ τὸν χιτῶνα ἔκρυψεν τοῖς ἄρκλεις αὐτοῦ. καὶ εὗρεν αὐτὸ Κωνσταντῖνος ὁ μέγας βασιλεύς.
34. Ἐρ. Tί τὰ ἑπτά χαρίσματα τῆς Θεοτόκου; Ἀπ. Πρῶτὸν ἐξ ἐπαγγελιῶν ἐγεννήθη, δεύτερον ἐκ τὸ ἅγια τῶν ἁγίων ἀνετράφη, τρίτον ὑπὸ ἀγγέλου τροφὴν ἐδέξατο, (об.) τέταρτον ὑπὸ ἄγγελον εὐαγγελίσατο χαῖρε. πέμπτον ἐγέννησε τὸν σωτῆρα τοῦ κόσμου ἄνευ ὠδῖνος, ἕβδομον καὶ παρθένος ἔμενεν μετὰ τὸ τεκεῖν τὸν λόγον τοῦ Θεοῦ, ὅτι ἠξιώθη γενέσθαι μήτηρ Θεοῦ.
35. Ἐρ. Ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται; Ἀπ. Ὁ ἥλιος ἐστιν ὁ Χριστὸς καὶ συνήχθησαν οἱ ἀπόστολοι καὶ ἔκαστον εἰς τὴν ἰδίαν ποίμνην ἐκοιμὴθησαν.
36. Ἐρ. Τί ἐστιν τὸ τρύβλιον ἐν ᾧ Ἰούδαν ἔβαψεν μετὰ τοῦ διδασκάλου αὐτοῦ; Ἀπ. Τὸν δίσκον λέγει, ὅτι ἀπὸ τοῦ ξύλου τοῦ τιμίου σταυροῦ ἦτον, τουτέστιν τρεῖς φύσεις κέδρος, πεῦγος καὶ κυπάρισσος.
37. (об.) Нет вопроса и начала ответа: στειλειν Νῶε ἡ ἄγραφος ἐπιστολὴ ἐστιν τῆς ἐλαίας τὸ φῦλλον. См. выше № 7 вопр. 19.
38. Ἐρ. οὐρανὸς ἦτον καὶ γῇ οὐ κεῖται, χωρίον εἶτον καὶ στράταν οὐκ εἶχεν; Ἀπ. Ὁ οὐρανὸς ἐφαίνετο καὶ ἡ γῇ οὐκ ἐφαίνετο, ἡ κιβωτὸς ἦτον καὶ στράται οὐκ εἶχεν.
39. Ἐρ. Ἀόρατον ἦμαι καὶ ἀθεώρητον καὶ οὐ θέλουν ἔχουν με. καὶ ὅςτις πολλὰ με ἠγάπησεν, ποτὲ οὐκ ἐχώρειν; Ἀπ. Ὁ ὕπνος ἐστίν.
40. Ἐρ. Ὁ μὲν δῶρον τίμιον. καὶ ὁ δίσκος ἄτιμος, καὶ ὁ βαστάζων ἀτιμώτερος; Ἀπ. Ὁ μὲν δῶρόν ἐστιν τοῦ Προδρόμου ἡ κεφαλή. ὁ δὲ δίσκος ἐστὶν ὁ πίναξ. ὁ δὲ βαστάζων ἡ Ἠρωδιάς.
41. (44) Ἐρ.Ἐζήτησεν ὁ αὐθέντης τὴν δούλην, τὸ τις οὐκ οἶδεν, καὶ εἶπεν ἡ δούλη τὸν αύθέντην δῶσαί σοι θέλω καὶ παρακοῦσαί σοι οὐ δύναμαι, ἀλλ᾿ ὅμως, λάβε τὸ ἐμὸν καὶ ὅταν ἐπάρῃς τὸ ἐσὸν δός με τὸ ἐμὸν; Ἀπ. Τὸ ἐζήτησεν ἐστίν, ὅταν ἔλαβεν τὸν χοῦν ὁ Θεὸς ἀπὸ τὴν γῆν καὶ εἶπεν ἡ γῇ τὸ ἐμὸν μὴ ὑστερήσῃς με.
50. Ἐρ. Δύο πηγαὶ εἰσιν ἐν τῷ κόσμῳ καὶ ὁ κόσμος ὅλος ἔπιεν καὶ εἷς οὐκ ἔπιεν; Ἀπ. Δύο πηγαί εἰσιν οἱ μαστοὶ τῶν γυναικῶν, ὁ κόσμος ὅλος έβίζασεν καὶ ὁ Ἀδὰμ οὐκ ἐβίζασεν.
51. Ἐρ. Τὸ μονόρριξον τὸ δένδρον καὶ δώδεκα κλόνοι τριάντα φύλλα κατὰ ἓξ φύλλα ἔχει ρόδον; Ἀπ. (45) Τὸ μονόρριξον δένδρον ἐστὶν ὁ χρόνος, οἱ δώδεκα κλόνοι εἰσὶν οἱ μῆνες, τὰ τριάντα φύλλα εἰσὶν αἱ ἡμέραι τοῦ Μηνὸς.
52. Ἐρ. Ἓξ ζεύγη βοῶν. καὶ τέσσαρες παρασπάται. κδ᾿ ἐπισκέπται καὶ ρν᾿ θεριστεὶ καὶ ἐγεώργησεν καὶ ἐποίησεν μόδια; Ἀπ. Τὰ ἓξ ζεύγη εἰσὶν ιβ᾿ ἀπόστολοι οἱ δὲ τέσσαρες παρασπάρται οἱ εὐαγγελισταὶ. καὶ ἐπισκέπται καὶ οἱ κουράτορες εἱσι τὰ κδ᾿ γράμματα, καὶ οἱ ρν᾿ θερισταί ἐστιν τὸ ψαλτήριον. ἡ δε χώρα γεωργήσασα τὰ γ᾿ μόδια εἰσὶν οἱ χριστιανοὶ οἱ πιστεύσαντες εἰς Πατέρα καὶ ϓιόν καὶ ἅγιον Πνεῦμα.
53. (об.) Ἐρ. Πόθεν ἦτον ἡ γέννησις τοῦ κριοῦ, [ὃν] ἔσφαξεν ὁ Ἀβραὰμ ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ; Ἀπ. Ὅπερ προσήγαγεν Ἄβελ ἀρνίον θυσιασθῆναι.
54. Ἐρ. Καὶ πόσων ἐτῶν ἦτον ὁ κριὸς ὅτε ἐσφάγη; Ἀπ. Τετρακισχιλίων πεντακοσίων ἑβδομήκοντα ἐτῶν.
55. Ἐρ. καὶ ποῦ ἀνεστράφη; Ἀπ. Δῆλον ὅτι ἐν τῷ παραδείσῳ. λαβὼν δὲ αὐτὸ ἐκ τῶν χειρῶν Ἄβελ, Μιχαήλ, Γαβριήλ, Οὐριὴλ καὶ Ραφαήλ ἤνεγκαν αὐτὸ ἐν τῷ παραδείσῳ, δήσαντες αὐτὸ ἐν φυτῷ Σάβεκ. ὅτε δε ἔφερεν Ἀβραὰμ τὸν υἱὸν αὐτοῦ θυσίαν τῷ Θεῷ, προνοίᾳ Θεοῦ ἐξερίξωσεν τὸ φυτὸν Σάβεκ καὶ σύροντας αὐτὸν ἦλθεν ἐκ χειρῶν Ἀβραάμ.
56. (46) Ὅτε ἔσφαξεν αὐτὸν τί γέγονε τὸ κρέας αὐτοῦ; Ἀπ. Τὸ κρέας αὐτοῦ γέγονεν θυσία τῷ θεῷ καθαρά, ἐποίουν ἐν τῷ θυσιαστηριῳ τὰ ὁλοκαυτόματα, τὸ δὲ δέρμα αὐτοῦ ἐποίησεν ὁ Ἠλίας μιλωτὴν, ὅπερ ἐφόρει ὡς ἱμάτιον αὐτοῦ, καὶ τὸ ἔριον ἐποίησεν πόκος Γεδεὼν ἐν ᾧ καὶ ὑετὸς κατέβη ἐπάνω αὐτοῦ. εἶχεν δὲ κέρατα τέσσαρα ἐν [οἷς] μέλλουν σαλπίζειν οἱ τέσσαρεἰς ἀρχάγγελοι–Μιχαήλ, Γαβριήλ, Οὐριὴλ καὶ Ραφαήλ. τὸ δὲ φυτὸν Σάβεκ ἔστιν χρυσολάχανον. ἐποίησεν δὲ τοῦτο ράβδον δι᾿ ἧς τὴν θάλασσαν στώνεν (об.) ὁ Μοϋσῆς, ἔχουσα τύπον σταυροῦ.
57. Ἐρ. Ὅταν ἔδωκεν ὁ Θεὸς τὸν Ἀδὰμ πνεῦμα ζωῆς, τί πρὸς αὐτὸν ρῇμα ἐλάλησεν; Ἀπ. Εἶπεν αὐτῷ ὁ Θεός τι περισκοπεῖς; καὶ εἶπεν ὁ Ἀδάμ– ἀνάμέσον οὐρανοῦ καὶ γῆς εἶδον τὸν Θεὸν σταυρούμενον.
№ 11.
Πο рукописи Святогробской библиотеки в Константинополе, № 136 (Номоканон), XVII в. (1623 г.) л. 286–297 об.
(л. 286) Ἐρωταποκρίσεις τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Βασιλείου τοῦ Μεγάλου πρὸς τὸν ἐν ἁγίοις πατέρα ἡμῶν Γρηγόριον τὸν Θεολόγον πάνυ ὠφέλιμοι.
1. Ἐρ. Ποῦ ἐφύτευσεν ὁ Θεὸς τὸν παράδεισον; Ἀπ. Κατὰ ἀνατολάς.
2. Ἐρ. Ὁ ποταμὸς ἐξέρχεται ἐξ Ἐδὲμ ποτίζων ὅλον τὸν παράδεισον καὶ πόθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς; Ἀπ. Ὄνομα τῷ πρώτῳ Γεὼν, καὶ ὄνομα τῷ δευτέρῳ Φεἰςὼν, καὶ ὄνομα τῷ τρίτῳ Τίγρης. καὶ ὄνομα τῷ τετάρτῳ Εὐφράτης.
3. Ἐρ. Γεών διὰ τί; Ἀπ. Διὰ τὸ γενέσθαι ἄνθρωπον.
4. Ἐρ. Φεἰσὼν διὰ τί; Ἀπ. Διὰ τὴν φανειἡμῶν πίστιν.
5. Ἐρ. Τίγρης διὰ τί; Ἀπ. Διὰ τὸ ἐν τριάδι (?).
6. Ἐρ. Εὐφράτης διὰ τί; Ἀπ. Διὰ τὸ εὐφραίνεσθαι ἡμᾶς ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας καὶ ἀνακαινήσεως πνεύματος ἁγίου.
7. Ἐρ. Τί τὸ ξύλον τὸ ἐν μέσῳ τοῦ παραδείσου, καὶ πῶς ἑρμηνέυεται; Ἀπ. Πνεύματος ἐδέμ ἐδέμ ἑρμηνεύεται Κύριος.
8. Ἐρ. Τί ὁ ποταμὸς; Ἀπ. Αἱ γραφαὶ τοῦ Θεοῦ.
9. Ἐρ. Τίς ὁ παράδεἰσος; (об.) Ἀπ. Ὁ κόσμος.
10. Ἐρ. Τί ἐισὶν αἱ τέσσαρες ἀρχαί; Ἀπ. Αἱ τέσσαρες ἀρχαί εἱσιν οἱ τέσσαρες εὐαγγελισταί.
11. Ἐρ. Τίς ὁ κύπος; Ἀπ. Πᾶσαι αἱ ἐντολαί, αἱ δοθεϊσαι τῷ ἀνθρώπῳ.
12. Ἐρ. Τί εἰσὶν τὰ φύλλα τοῦ ξύλου; Ἀπ. Πάντες οἱ πιστοὶ καὶ δίκαιοι, φύλλα γὰρ τοῦ σταυροῦ εἰς τὸν αἰῶνα οὐκ ἀπορρύσονται.
13. Ἐρ. Τί τὸ ξύλον τῆς ζωῆς; Ἀπ. Ὁ σταυρός.
14. Ἐρ. Τί τὸ μέσον τοῦ παραδείσου; Ἀπ. Τὸ μέσον τοῦ κόσμου, ἢ ἄλλον ἄκουε τοῦ προφήτου λέγοντος δὲ Θεὸς βασιλεύς ἡμῶν προαἰώνιον εἰργάσατο σωτηρίαν ἐν μέσῷ τῆς γῆς. ἢ ἕτερον λέγει εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ᾿ ἄκρων τῶν ὀρέων.
15. Ἐρ. Ποίων ὀρέων λέγει; Ἀπ. τοῦ ὄρους τοῦ Γολγοθᾶ, ὃ ἑρμηνέυεται κρανίου τόπος, ἐν ᾧ ἐσταυρώθη ὁ Κύριος ἡμῶν, Ἰησοῦς Χριστός ἐκεϊ ἐστὶν τὸ μέσασμα τοῦ κόσμου28.
16. (289 об.) Ἐρ. Τίνες ἤκουον οἱ μάγοι, οἳ ἔφεραν τὰ δῶρα τοῦ Κυρίου ἐν τῇ γεννήσει; Ἀπ. Τὰ ὀνόματα Μελχὴλ. Βαθησὰν. Πασγαπάρ.
17. Ἐρ. Κατελθὼν ὁ Κύριος εἰς Αἴγυπτον, πόσους χρόνους ἔκαμεν ἐκεϊ; Ἀπ. Τινὲς λέγουν ἔνδεκα.
18. Ἐρ. Πῶς ἤκουεν ὁ δοῦλος τοῦ ἀρχιερέως οὗ ἔκοψεν ὁ Πέτρος τὸ ὠτίον ἐπὶ τῇ προδοσίᾳ; Ἀπ. Μάλχος.
19. Ἐρ. Ποῖον ὠτίον ἔκοψεν; Ἀπ. Τὸ δεξιόν.
20. Ἐρ. Τίς ὁ ἀρχιερεύς; Ἀπ. Ὁ νόμος.
21. Ἐρ. Τίς ὁ δοῦλος; Ἀπ. Ἡ συναγωγὴ τῶν Ἰουδαίων.
22. Ἐρ. Τί σημαίνει τὸ ὠτίον δεξιόν; Ἀπ. Οἱ παρακούοντες τὸν νόμον τοῦ Κυρίου καὶ ἀποχωρισθέντες ἐκ τῆς ἐκ δεξιῶν παραστάσεως αὐτοῦ.
23. Ἐρ. Πῶς ἤκουεν ὁ πελεκήσας (290) τὸν σταυρὸν τοῦ Κυρίου; Ἀπ. Ἱλὰς.
24. Ἐρ. Ὁ δώσας τὸ ράπισμα ἐπὶ τὴν προδοσίαν τῷ Κυρίῳ, τίς ἤκουεν; Ἀπ. Ὃν ἤγειρε παράλυτον ἐπὶ τῇ προβατικῇ κολυμβήθρᾳ, ὄνομα αὐτῷ Ἰάϊρος.
25. Ἐρ. Πόσαι μυροφόραι εἰσίν, αἱ ἀλείψασαι τὸν Κύριον μύρῳ; Ἀπ. Τρεῖς μία τοῦ Φαρισαίου. καὶ ἑτέρα ἡ ἀδελφὴ τοῦ Λαζάρου, ἡ τρίτη ἡ ἀλείψασα αὐτὸν καὶ ἐκμάξασα τούς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς.
26. Ἐρ. Οἱ λησταὶ συνσταυρωθέντες μετὰ τοῦ Ἰησοῦ πῶς ἤκουον; Ἀπ. Ὁ ἐκ δεξιῶν Δῆμας, ὁ ἐξ ἀριστερῶν Γέτας, ὃ ἑρμηνεύεται ἔξορισμός.
27. Ἐρ. Τίς τρέχων ἐστάθη ἐν φόβῳ; Ἀπ. Ὁ Ἰωρδάνης ἰδὼν τὸν Κύριον.
28. Ἐρ. Τίς στέκων ἔτρεμεν; Ἀπ. Ὁ Ἰωάννης Πρόδρομος.
29. Ἐρ. Τίς ἐλθὼν ἐν τῷ ζῶν καὶ πάλιν ἐξῆλθεν; Ἀπ. Ὁ Ἰωνᾶς ὁ προοφήτης ἐν τῇ κοιλίᾳ τοῦ κήτους.
Ἕτερον.
30. Ἐρ. Τὸ μύρον, ὁ ἤλειψεν ἡ πόρνη τούς πόδας τοῦ Κυρίου, πόθεν ἐστὶ; Ἀπ. Τὸ ἀπόλουσμα τοῦ Σωτῆρος, ὅτε ἔλουσεν αὐτὸν ἡ μαία, ὅτε ἦν νήπιος.
31. Ἐρ. Πῶς ἤκουεν ἡ πόρνη, ἡ ἀλείψασα τὸν Κύριον μύρῳ; Ἀπ. Μαρία ἡ ἀδελφὴ τοῦ Λαζάρου.
32. Ἐρ. Ποῖον σημεῖον πρῶτον ἐποίησεν ὁ Ἰησοῦς ἐπὶ τῆς γῆς; Ἀπ. τῆς Σαλώμης ἡ χεὶρ ξηρανθεῖσα διὰ τὴν ἀπιστίαν αὐτῆς. διότι ἥπλωσεν, ἵνα ψηλαφήσῃ τὴν ἀμώμητον παρθένον καὶ Θεοτόκον. καὶ γνοῦσα ὅτι ἐγέννησε Θεὸν ζῶντα, έξηράνθη ἡ χεὶρ αὐτῆς.
33. Ἐρ. Τίς τὸν δωρυφόρον ἄνδρα ἐκ θανάτου ἐρρύσατο; Ἀπ. Ὁ ἀμνὸς τὸν Ἰσαὰκ.
34. Ἐρ. Ποία τέχνη ἐγένετο πρῶτον ἐπὶ τῆς γῆς; Ἀπ. Ἡ ραπτική, ὅτε ἔρραψεν ὁ Ἀδὰμ καὶ Εὔα τὰ φύλλα τῆς συκῆς.
35. Ἐρ. Τίς τῶν δικαίων οὐκ ἐλάλησε μῆνας ἐννέα καὶ ἡμέρας ὀκτώ; Ἀπ. Ὁ Ζαχαρίας ὁ προφήτης, ὅτε εἶδεν ὀπτασίαν ἐν τῷ ναῷ.
36. Ἐρ. Τίς κλέπτων ἐσώθη; (294) Ἀπ. Ὁ Τωβίας, κλέπτων τὰ σώματα τῶν ἁγίων μαρτύρων καὶ θάπτων.
37. Ἐρ. Τίς ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν; Ἀπ. Ὁ Κύριος ἀνελθὼν ἐν τῷ σταυρῷ ᾐχμαλώτευσε τὴν ᾅδην.
38. Ἐρ. Τίς φόνον ποιήσας, θεράπων Κυρίου ἐκλήθη; Ἀπ. Ὁ Μωσῆς πατάξας τὸν Αἰγύπτιον.
39. Ἐρ. Τίς οἶκος ἁήμερος ἄνδρα δίκαιον ἐλύπησεν; Ἀπ. Ὁ ἀλέκτωρ τὸν ἅγιον Πέτρον ἐν τῇ παραδοσίᾳ.
40. Ἐρ. Τίς ἐν τῷ οὐρανῷ δύο πρόςωπα ἔστησεν; Ἀπ. Ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἥλιον καὶ τὴν σελήνην ὥρας τρεῖς ἐν πόλει Ἰεριχῶ.
41. Ἐρ. Τίνος φωνὴ ἔφθασεν ἀπὸ ἀνατολῶν ἕως δυσμῶν; Ἀπ. Ὅτε ἔτεκεν ἡ Εὔα τὸν Κάϊν.
42. Ἐρ. Εστήκει τὸ κτίσμα καὶ ἐπάνω ὁ κτίστης; Ἀπ. [Ἡ] συκομορέα, ὅτε ἁνέβη ὁ Ζακχαῖος ἰδεῖν τὸν Χριστόν.
43. Ἐρ. Τί ἐστὶν, ὅτι ναὸς ἐκτίζετο καὶ εἰς τὰ ἐγκαίνια αὐτοῦ ἀπώλετο ὁ κόσμος; Ἀπ. Ὁ κιβωτός, ὅτε ἐκτίζετο καὶ ὁ κόσμος ἀπώλετο.
44. Ἐρ. Τίς μὴ γεννηθεὶς ἀπέθανεν, καὶ τίς γεννηθεὶς οὐκ ἀπέθανεν; Ἀπ. Ἀδὰμ μὴ γεννηθεὶς (294 об.) ἀπέθανεν. Ἐνὼχ καὶ,Ἡλίας γεννηθέντες οὐκ ἀπέθανον.
45. Ἐρ. Τίνες δύο μάχονται; Ἀπ. Ἡ ζωὴ καὶ ὁ θάνατος.
46. Ἐρ. Καὶ ποῖα δύο ἀπαλλάσονται; Ἀπ. Ἡμέρα καὶ ἡ νύξ.
47. Ἐρ. Επὶ ποίᾳ βασιλείᾳ ἐσταυρώθη ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός; Ἀπ. Επὶ Τιβερίου καίσαρος, μηνὶ Μαρτίῳ.
48. Ἐρ. Οἱ τὰ χερουβὶμ μυστικῶς εὶκονίζοντες. καὶ τό Πιστέυω εἰς ἕνα Θεόν. καὶ τό Πάτερ ἡμῶν. ποῖον γράμμα οὐκ ἔχουν; Ἀπ. Τὸ. ψ׳. διότι οὐκ ἔχουν ψεῦδος.
49. Ἐρ. Τί ἐστὶν ᾄδοντα, βοῶντα, κεκραγότα καὶ λέγοντα; Ἀπ. Ἄδοντα ὁ ἀετός, βοῶντα ὁ βοῦς. κεκραγότα ὁ λέων, λέγοντα ὁ ἄνθρωπος.
50. Ἐρ. Τίς ἀπέθανεν καὶ ἅπαξ ἠγέρθη; Ἀπ. Ὁ Λάζαρος.
51. Ἐρ. Τίς ζῶν ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐπεριπάτει. καὶ ὁ νεκρὸς ἔψαλλεν; Ἀπ. Ὁ Ἰωνᾶς ὁ προφήτης, ἐν τῷ κήτει δεόμενος.
52. Ἐρ. Πότε ἐχάρη ὁ κόσμος ὅλος; Ἀπ. Ὅτε ἐξῆλθεν ὁ Νῶε ἐκ τὴν κιβωτόν.
53. Ἐρ. Πότε ἀπέθανεν τὸ τέταρτον τοῦ κόσμου; Ἀπ. Ὅταν (295) ἀπέκτεινεν Κάιτὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ.
54. Ἐρ. Τίς μὴ γεννηθεὶς ἔλαβεν τὴν ἰδίαν μητέρα εἰς ἄνδρα; Ἀπ. Ἡ Εὔα ἐξελθοῦσα ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ ἔλαβεν αὐτὸν ἄνδρα.
55. Ἐρ. Τίς οὐρανὸν οὐκ εἶδεν καὶ γῆν οὐ περιεπάτησε #957;. καὶ Θεὸν Προσεκύνησεν; Ἀπ. Ὁ ἅγιος Ἰωάννης ὁ Πρόδρομος ἐν τῇ κοιλίᾳ τῆς μητρὸς αὐτοῦ.
56. Ἐρ. Πόσοι ἐγεννήθησαν ἐξ ἐπαγγελίας; Ἀπ. ἑπτὰ.
57. Ἐρ. Τίς καὶ τίς; Ἀπ. Πρῶτος Σήθ, δεύτερος Ἐνώχ, τρίτος Ισαάκ, τέταρτος Σαμψών, πέμπτος Σαμουὴλ, ἕκτος ἡ Θεοτόκος Μαρία, ἕβδομος Ἰωάννης ὁ Πρόδρομος.
58. Ἐρ. Πόσα ἔτη ἐποίησεν ὁ Μοϋσῆς ἐν Αἰγύπτῳ; Ἀπ. Τεσσαράκοντα.
59. Ἐρ. καὶ πόσα ἐν γῇ Μαδιάμ; Ἀπ. Τεσσαράκοντα.
60. Ἐρ. καὶ πόσον ἐν ἐρήμῳ τροποφορῶν τὸν λαὸν Ἰσραήλ. καὶ πόσος λαὸς ἐπέρασαν τὴν ἐρυθρὰν θάλασσαν; Ἀπ. Ἑξακόσιαι χιλιάδες.
61. Ἐρ. Καὶ εἰς πόσα ἐσχίσθη ἡ θάλασσα; Ἀπ. Εἰς δώδεκα μέρη.
Ἄλλον.
62. Ἐρ. Τί κοινὰ ἔχει ὁ οὐρανὸς καὶ ἡ γῆ; Ἀπ. Ἄνω ὕδωρ κάτω ὕδωρ. ἄνω νεφέλη κάτω νεφέλη. ἄνω ὄρη κάτω ὄρη. ἄνω πῦρ κάτω πῦρ.
63. Ἐρ. Ποῦ ἐστερεώθη ἡ γῆ; (296 об.) Ἀπ, Ἐπὶ τῶν ὑδάτων, καθὼς ὁ προφήτης Δαβὶδ λέγει τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων.
64. Ἐρ. Πότε ἔπλασεν ὁ Θεὸς τὸν Ἀδάμ; Ἀπ. Ἡμέρᾳ ἕκτῃ.
65. Ἐρ. Καὶ ποῖον μὴνα; Ἀπ. Τὸν Μάρτιον.
66. Ἐρ. Καὶ εἰς πόσας τοῦ μηνός; Ἀπ. Μαρτίου εἰκοστῇ πέμπτῃ.
67. Ἐρ. Τίς πρῶτον ὠνόμασεν τὸν Θεὸν ἐπὶ τῆς γῆς; Ἀπ. Ὁ διάβολος εἰπὼν τῇ Εὔᾳ τί σοι ἐνετείλατο ὁ Θεὸς φαγεῖν ἐκ τοῦ ξύλου τοῦ ἐν τῷ παραδείσῳ.
68. Ἐρ. Εἰς ποίαν γῆν κατῴκησεν ὁ Ἀδὰμ ἐξελθὼν ἐκ τοῦ παραδείσου; Ἀπ. Εἰς γῆν Μαδιάμ, ὅπου ὁ σταυρὸς τοῦ Κυρίου ἐστάθη, κατὰ τὸν εἰπόντα προφήτην ὁ δὲ Θεὸς βασιλεύς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
69. Ἐρ. Πῶς ἤκουεν τὸ ὄνομα τοῦ διαβόλου πρὶν νὰ γένῃ σατανᾶς; Ἀπ. Σαμαήλ.
70. Ἐρ. Τί ἐρτιν τὰ ἑπτὰ ἐκδικούμενα τοῦ Κάϊν; Ἀπ. Πρῶτον μὲν Θεὸν ἐπαρόργισεν. δεύτερον πατέρα ἐλύπησεν. τρίτον μητέρα ἄτεκνον ἐποίησεν τέταρτον ἀδελφὸν ἐφόνευσεν. πέμπτον αἷμα ἐξέχεεν. ἕκτον ὅτι τὴν γῆν τοῦ Θεοῦ ἐμίανεν. ἕβδομον ἅδην ἀνεκαίνισεν.
71. (297) Ἐρ. Τί εἰσὶν α ἀκρίδες καὶ τὸ μέλι τὸ ἄγριον; Ἀπ. Ἀκρίδας λέγει τὰ ἄκρη τῶν ἐθνῶν καὶ τὸ μέλι τὸ ἄγριόν ἐστι τὸ βάπτισμα.
72. Ἐρ. Ἐν ποίᾳ βασιλείᾳ εὐηγγελίσθη ἡ ὑπεραγία Θεοτόκος ὑπὸ τοῦ ἀρχαγγέλου Γαβριήλ; Ἀπ. Ἐν τῇ βασιλείᾳ Αὐγούστου καίσαρος. μηνὶ Μαρτίῳ. κϵ´. ἐν τῷ πεντακισχιλιοστῷ πεντακοσιοστῷ ἀπὸ κτίσεως κόσμου ἔτει.
73. Ἐρ. Πῶς ἤκουεν ὁ κύριος τοῦ σπηλαίου, ἐν ᾧ ἐτέχθη ἐν αὐτῷ; Ἀπ. Ποῦνδος, ὃ ἑρμηνεύεται εὐσέβιος.
74. Ἐρ. Ἐρπελθὼν ὁ Κύριος εἰς Αἴγυπτον, εἰς τίνος οἷκον ἐκατήντησεν; Ἀπ. Εἰς οἷκον Ἀφίου.
75. Ἐρ. Ἡ παιδίσκη ἡ ἐλέγξασα τὸν Πέτρον πῶς ἤκουε; Ἀπ. Σαλθοῦ.
76. Ἐρ. Οἱ δύο ἄγγελοι οἱ κυλίσαντες τὸν λίθον ἐκ τοῦ τάφου πῶς ἤκουον; Ἀπ. Ὁ μὲν εἷς Σαμαὴλ καὶ ὁ ἕτερος Ἰωήλ.
77. Ἐρ. Διὰ τί τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κέίμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον; Ἀπ. Διότι ὁ Καϊάφας τὸ ἔστειλεν, ὅταν τὸν ἐνταφίαζαν, καὶ ἦν μεμολυσμένον, καὶ ἄξιον οὐκ ἦτον, ἵνα ἵσταται μὲ τὰ ἕτερα ἐντάφια, ἀλλὰ πόρρωθεν.
№ 12.
Πο рукописи Неаполитанской библиотеки, ΧVΙ в. (Cod. Borbonieus Π. С. 34, л. 33 ν – 40).
Ἐρωτήσεις τοῦ ἁγίου Γρηγορίου πρὸς Μέγαν Βασίλειον. ἐρώτησις ἀπόκρισις.
1. Ἐρ. Πόσα χειροποίητα ἐποίησεν ὁ θεός; Ἀπ. Τὸν ἄνθρωπον, τὸν παράδεισον καὶ τὸν νόμον ἔγραψεν.
2. Ἐρ. Τί κοινὰ ἔχουσιν ὁ οὐρανὸς καὶ ἡ γῆ; Ἀπ. Ἄνω ὕδωρ καὶ κάτω ὕδωρ, ἄνω νεφέλη καὶ κάτω νεφέλη, ἄνω πῦρ καὶ κάτω πῦρ.
3. Ἐρ. Ἡ γῇ ποῦ ἐστερεώθη; Ἀπ. Ἐπὶ τῶν ὑδάτων.
4. Ἐρ. Καὶ ὁ οὐρανός; Ἀπ. Ἐπὶ τῶν ὑδάτων.
5. Ἐρ. Διὰ τί ἡ γῇ ἀόρατος καὶ ἀκατασκεύαστος; Ἀπ. Διότι οὐκ ἦν δένδρον ἢ χόρτος, εἰ μὴ ξηρὰ κατὰ τὸ εἰπεῖν συναχθήσονται τὰ ὕδατα εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά.
6. Ἐρ. Πόσας ἡμέρας ἐποίησε ὀ Ἀδὰμ εἰς τὸν παράδεισον; Ἀπ. ὥρας (34 л.) ἕξ. διὰ τοῦτο ὁ Κύριος ἐν τῷ σταυρῷ τρεῖς καὶ ἐν τῷ ᾅδῃ τρεῖς.
7. Ἐρ. Εἰς ποίαν γῆν κατῴκησεν ὁ Ἀδὰμ ἐξελθὼν ἐκ τοῦ παραδείσου; Ἀπ. Εἰς γῆν Μαδιὰμ, Ἰερουσαλήμ.
8. Ἐρ. Ὁ χοῦς ὅπου ἐπήρθη; Ἀπ. Μέσον οὐρανοῦ καὶ γῆς, ὅπου ὁ σταυρὸς ἐπάγη, εἰς Ἰερουσαλήμ ἐν σπηλαίῳ, ὅπου ὁ Κύριος ἐγεννήθη καὶ ἀνετράφη.
9. Ἐρ. Ὁ Ἀδὰμ ποῦ ἐθεμελίωσε τούς τέσσαρας λίθους καὶ ὁ Σολομὼν ᾠκοδόμησε τὴν ἁγίαν Σιὦν, τὸ κληθὲν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ; Ἀπ. Ὅπου ὁ Κύριος ἐσταυρώθη, διότι εἶπεν εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
10. Ἐρ. Πότε ὤμοσεν (?) ὁ ἄνθρωπος τὴν γῆν; Ἀπ. Ἐπὶ τοῦ κατακλυσμοῦ.
11. Ἐρ. Ποῖον μῆνα ἤρξατο ὁ κατακλυσμός, Ἀπ. Εἰς Μάρτιον ἤρξατο καὶ εἰς Μάρτιον κατεστάλη.
12. Ἐρ. Ποῦ ἐποίησαν τὸ πάσχα τὸ ἄζυμον; Ἀπ. Εἰς τὸν κάμπον εἰς Τάνεα, καθ᾿ ἃ εἶπεν ἐν γῇ Αἰγύπτου ἐν πεδίῳ Τάνεως.
13. Ἐρ. Πόσα ἅρματα ἐδίωκον τὸν Ἰσραήλ, ὅτε εἰσῆλθεν εἰς τὴν θάλασσαν; Ἀπ. Ἡ ράβδος τοῦ Μωυσέως ἡ ξυλίνη, ἡ διαιροῦσα τὴν θάλασσαν.
14. Ἐρ. Τίς ἐστὶν ἡ βροντὴ καὶ ὁ ἄνεμος; Ἀπ. Ἡ βροντή ἐστι τροχὸς κατὰ τὸ εἰπεῖν τὸν προφήτην φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχφ. καὶ ὁ ἄνεμος ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ.
15. Ἐρ. Τίς ἐστι βροντὴ καὶ τὰ νέφη; Ἀπ. Βροχὴ λέγεται ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, νέφη δὲ ὁ ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς.
16. Ἐρ. Ὁ χειμὼν καὶ ὁ κρύσταλλος καὶ ἡ χάλαζα πόθεν ἦν; Ἀπ. Ἐκ τῆς γῆς κατὰ τὸ εἰπεῖν αἰνεϊτε τὸν ἐκ τῆς γῆς δράκοντες καὶ πᾶσαι ἄβυσσοι, πῦρ, χάλαζα.
17. Ἐρ. Εἰς ποῖον χωρίον ἔμεινεν ἡ ἁγία Θεοτόκος; Ἀπ. Εἰς χωρίον λεγόμενον Γεθσιμανὴ καὶ ὄρος τοῦ Ἐλαιῶνος. ἐκεΐ ἐχαφετίσθη ὑπὸ τοῦ Γαβριήλ, ἐκεῖ ἀνετράφη, ἐκεῖ ἔφυγον οἰ ἀπόστολοι [ἀπὸ] τούς Ἰουδαίους, ἐκεῖ ἀναστὰς ὁ Κύριος ὤφθη τοῖς ἀποστόλοις. ἐκεῖ τὸ πάσχα τῆς ἀναστάσεως ἤγουν τῶν χριστιανῶν, τὸ γὰρ πάσχα τῶν χριστιανῶν ἐστιν ἡ χαρὰ τῶν ἀποστόλων (35).
18. Ἐρ. Ποῦ ἐστιν ἡ κοιλὰς τοῦ κλαυθμῶνος; Ἀπ. Ὅπου συναχθήσονται πάντα τὰ ἔθνη πλησίον τοῦ ὄρους τοῦ Ἐλαιῶνος. ἐκεῖ σταθήσονται οἱ δώδεκα θρόνοι τῶν δώδεκα μαθητῶν αὐτοῦ κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ κατὰ τὸ εἰπεῖν ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ ἕως οἴκου Δαβίδ.
19. Ε ρ. Ποῦ ἐστι τὸ μέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς; Ἀπ Ὅπου ὁ Κύριος ἐπήρθη, ὅπου ὁ σταυρὸς επάγη κατὰ τὸ εἰπεῖν εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
20. Ἐρ. Τί ἐστι τὸ κῆτος μέγα; Ἀπ. Κῆτος μέγα ἐστὶν ὁ ἐν τῇ θαλάσσῃ κίνδυνος [θάνατος].
21. Ἐρ. Πῶς ἤκουε τοῦ Λὼτ ἡ γυνὴ ἡ γενομένη στήλη ἁλός; Ἀπ. Στρακΐνη (?).
22. Ἐρ. Πόσα ἐστὶν ἀθάνατα; Ἀπ. Θεὸς, ἄγγελος, ψυχὴ καὶ δαίμων.
23. Ἐρ. Πόσα ἄναρχα; Ἀπ. Θεός.
24. Ἐρ. Πόσα αρχὴν ἔχουσιν οὐκ ἀποθνήσκουσι δέ; Ἀπ. Ψυχὴ, ἄγγελος καὶ δαίμων.
25. Ἐρ. Τίς εἶ σύ; Ἀπ. Ἄνθρωπος.
26. Ἐρ. Τί ἐστιν ἄνθρωπος; Ἀπ. Ἄνθρωπός ἐστι ζῶον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, χοῦς σεσαρκωμένος πνευματικόν, ἅγιον, θνητικὸν, χώρημα οἰκητήριον, ὀλιγοχρόνιον, φρόντισμα χρόνιον, ὀστεωμένον ὄργανον, κατάσκοπος βίου, γῆς ἀπάτημα.
27. Ἐρ. Διὰ τί ἄνθρωπος; Ἀπ. Διὰ τὸ ἄνω θρεῖν τὴν ὦπα, ἤγουν ἄνω αἴρειν τὸν ὀφθαλμόν. μόνος γὰρ ὁ ἄνθρωπος τῶν ἄλλω ν ζώων ἄνω βλέπει, ἡ διὰ τὸ ὀρθῶς περιπατεῖν.
28. Ἐρ. Ἔχεἰς ψυχήν; Ἀπ Ναί.
29. Ἐρ. Καὶ τί ἐστὶ ψυχή; Ἀπ. Ψυχή ἐστιν οὐσία λεπτὴ ἄυασχημάτιστος, κινητὴ, ἀκίνητος, αὐτοκίνητος, εἴρηται δὲ διὰ τῆς ψυχῆς τὸ σῶμα. δυνάμεἰς δὲ τῆς ψυχῆς τρεῖς λογικόν, θυμητικὸν καὶ ἐπιθυμητικόν. ἀρεταὶ δὲ αὐτῆς τέσσαρες φρόνησις ἀνδρεία, σωφροσύνη καὶ δικαιοσύνη.
30. Ἐρ. Τί ἐστὶ σοφία; Ἀπ. Ἐπιστήμη θείων καὶ ἀνθρωπίνων πραγμάτων καὶ τῶν τούτοις αἰτιῶν.
31. Ἐρ. Τί ἐστὶ νοῦς; Ἀπ. ϓπερκόσμιος, περικόσμιος, ἐγκόσμιος. ὑπερκὀσμιός ἐστιν ὁ πνευματικός, περικόσμίος ὁ φυσικός, καὶ ἐγκόσμιος ὁ σαρκικός, ὑπερκόσμιος ὁ τὴν θεολογίαν κατορθῶν, περικόσμιος ὁ τὴν φυσικὴν θεωρίαν, καὶ ἐγκόσμιος ὁ τὴν πρακτικὴν ἀρετὴν (36).
32. Ἐρ. Χαλκηδονίτης εἶ σύ; Ἀπ. Ναί.
33. Ἐρ. Ποίας συνόδου; Ἀπ. Τῆς τετάρτης.
34. Ἐρ. Ποίων πατέρων; Ἀπ. τῶν χλ᾿.
35. Ἐρ. Νεστοριανὸς εἶ σύ; Ἀπ. Ἀνάθεμα Νεστόριον καὶ τούς ὁμόφρονας αὐτοῦ.
36. Ἐρ. Κυριλλίτῆς εἶ σύ; Ἀπ. Ναί.
37. Ἐρ. Ποίας συνόδου; Ἀπ. Τῆς τρίτης ἐν Ἐφέσῳ.
38. Ἐρ. Ποίων πατέρων; Ἀπ. Τῶν ὀγδοήκοντα. (Ἴδε Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι).
39. Ἐρ. Πότε ἔπλασεν ὁ Θεὸς τὸν Ἀδὰμ, ἐπὶ ποίου μηνὸς καὶ εἰς τὰς πόσας; Ἀπ. Μηνὸς Μαρτίου, κϵ', ἡμέρᾳ ἕκτῃ.
40. Ἐρ. Πόσα ἔτη παρῆλθον μέχρι τοῦ κατακλυσμοῦ; Ἀπ. βπγ᾿.
41. Ἐρ. Πόσα ἔτη ἐποίησε τὸ ὕδωρ τοῦ κατακλυσμοῦ ἐπὶ τῆς γῆς. Ἀπ. μῆνας ιγ᾿,
42. Ἐρ. Πότε ἐχάρη ὅλος ὁ κόσμος; Ἀπ. Ὅτε ἐξῆλθεν Νῶε ἀπὸ τῆς κιβωτοῦ.
43. Ἐρ. Τί θαῦμα ἐποίησε πρῶτον ὁ Κύριος; Ἀπ. Τὴν χεῖρα τῆς Σαλόμης ξηρανθεῖσαν ἰάσατο ἐν τῷ σπηλαίῳ.
44. Ἐρ. Ποσάκις ἐλάλησεν ὁ Κύριος τὴν Ἱερουσαλήμ; Ἀπ. Τετράκις.
45. Ἐρ. Ποῖος προφήτης ἐκάλεσε τὴν ἰδίαν θυγατέρα γυναῖκα; Ἀπ. Ὁ Ἀδὰμ τὴν Εὔαν.
46. Ἐρ. Ποῖος βασιλεύς ἀπέθανε καὶ εἶδε τὸν Θεὸν μετὰ θρόου; Ἀπ. Ἐζεκίας.
47. Ἐρ. Πόσα ἔτη καὶ ποῖον μῆνα; Ἀπ. Ἐν τῷ τετάρτῳ μηνὶ, ἡμέρᾳ πέμπτῃ, ἐν τῷ ποταμῷ Χοζὰρ, ἐν γῇ Χαλδαίιον.
48. Ἐρ. Τίς ὑπὸ θάλασσαν ἔσπειρε καὶ ὑπὸ πυρὸς ἐθέρισε καὶ ἐπὶ τὸν ποταμὸν ἔστησε τὴν σορόν αὐτοῦ; Ἀπ. Τίς ἡ θάλασσα; ὁ κόσμος. τί τὸ πῦρ; τὰ ἔθνη. τίς ἡ σορός; βαπτισθέντος τοῦ Κυρίου ἐν Ἰορδάνῃ ποταμῷ.
49. Ἐρ. Τίς ἐποίησεν οβ᾿ ὥρας ἐν τῷ ᾅδῃ καὶ ἀναστὰς ἐδίδασκεν; Ἀπ. Ἰωνᾶς ὁ προφήτης ἐν τῇ κόγχῃ τοῦ κήτους.
50. Ἐρ. Τίς νεκρὸς βαστάζει τὸν ζῶντα; Ἀπ. Τὸ σῶμα τὴν ψυχήν.
51. Ἐρ. Πότε ἀπέθανε τὸ τέταρτον τοῦ κόσμου; Ἀπ. Ὅτε ἐφόνευσε ΚάιἌβελ τὸν ἀδελφὸν αὐτοῦ.
52. Ἐρ. Τίς Θεὸν πρῶτον ὠνόμασεν ἐπὶ τῆς γῆς; Ἀπ. Ὁ διάβολος ὅτε εἶπε τῇ Εὔᾳ τί σοι εἶπεν ὁ Θεός.
53. Ἐρ. Τίς οὐρανὸν οὐκ εἶδε, γῆν οὐκ ἐπάτησε καὶ Θεὸν προσεκύνησεν; Ἀπ. Ὁ ἅγιος Ἰωάννης ὁ Πρόδρομος.
54. Ἐρ. Τίς ὁ στήσας δύο πρόςωπα ἐν τῷ οὐρανῷ τρεῖς ὥρας; Ἀπ. Ἰησοῦς ὁ τοῦ Ναυῆ ἥλιον καὶ σελήνην.
55. Ἐρ. Τίς ἔπιεν ὕδωρ μήτε ἀπὸ οὐρανοῦ μήτε ἀπὸ γῆς; Ἀπ. (37) Σαμψὼν ἐκ τῆς σιαγόνος τοῦ ὄνου.
56. Ἐρ. Τί εἰσὶ τὰ ἑπτὰ ἐκδικούμενα παρὰ τοῦ Κάϊν, ὅτε εἶπεν ὁ Θεός, ὅτι πᾶς ὁ εὑρίσκων Κάι(καὶ) ἀποκτείνων αὐτὸν ἑπτὰ ἐκδικούμενα παραλύσει; Ἀπ. Πρῶτον Θεὸν παρώργισε, δεύτερον πατέρα ἐλύπησε, τρίτον μητέρα ἀπετέκνωσε, τέταρτον ἀδελφὸν ἐφόνευσε, πέμπτον αἷμα ἐξέχεεν, ἕκτον τὴν γῆν ἐμίανεν, ἕβδομον ᾅδην ἀνεκαίνισε.
57. Ἐρ. Εἰς πόσα ἔτη ἐκτίσθη ὁ πύργος; Ἀπ. Εἰς ἔτη τεσσαράκοντα. ἀπὸ δὲ τὴν πυργοποΐαν ἕως τοῦ Ἀβραὰμ ἔτη φα׳. ἔλαβεν ἐπιτίμιον Ἀβραὰμ ἐκ τῶν Ἰσραηλιτῶν ἔτη υ׳. ἔφαγεν ὁ λαὸς ἐν τῇ Αἰγύπτῳ τὸ μάννα ἐν τῇ ἐρήμῳ ἔτη μ᾿, ἐκράτησαν οἱ κριταὶ ἔτη υν׳ ἀπὸ τῶν κριτῶν ἕως τοῦ Χριστοῦ ἔτη Ϟα᾿.
58. Ἐρ. Πόσα ἔτη ἐκρύβη ὁ σταυρὸς ἐπὶ τῆς γῆς; Ἀπ. σμη᾿.
59. Ἐρ. Πόσα χαρίσματα ἔλαβεν Ἠλίας; Ἀπ. Ἑπτὰ ἤγουν. α᾿. τὸ τῆς ἀνομβρίας, β᾿, τὴν τοῦ αλεύρου αὔξησιν καὶ τὴν τοῦ ἐλαίου προσθήκην. γ׳. τὸ ἀναστῆσαι τὸν παῖδα τῆς χήρας, δ᾿ τὸ κατενέγκαι πῦρ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν θυσίαν. ε᾿, τὸ καταγαγεῖν τὸν ὑετὸν διὰ τῆς προσευχῆς αὐτοῦ. ς᾿. τὸ καταφλέξαι τούς πεντηκοντάρους διὰ πυρός. ζ᾿, τὸ διελεῖν τὸν Ἰορδάνην.
60. Ἐρ. Καὶ ὁ Ἐλισαῖος πόσα; Απ. ιδ׳. τὰ γὰρ δἰ Ἐλισσαίου ταῦτά εἰσιν εἰς τὸ διπλάσιον α᾿. τὸ διελεῖν τὸν Ἰορδάνην διὰ τῆς μηλωτῆς. β׳. τὸ ἰάσασθαι τὰ ὕδατα διὰ τοῦ ἅλατος. γ᾿. τὸ ἀποκτεῖναι τούς μβ᾿ παῖδας διὰ τῶν ἄρκτων. δ᾿. τὸ ἐπαγαγεῖν τὸν ποταμὸν τῶν ὑδάτων ἐν ἀϋδρίᾳ. ε׳. τὸ αὐξῆσαι τὸ βραχύ ἔλαιον εἰς πλησμονήν. ς׳. τὸ δοῦναι παιδὸς γέννησιν ἄπαιδι γυναικί. ζ᾿. τὸ ἀναστῆσαι τὸν τεθνεῶτα παῖδα. η᾿. τὸ θανάσιμον ἕψημα ἰάσασθαι καὶ θρέψαι ἑκατὸν ἄνδρας ἐν εἴκοσι ἄρτοις καὶ περισσεῦσαι. θ᾿. τὸ ἐλευθερῶσαι τῆς λέπρας τὸν Νεεμᾶν τὸν βασιλέα Σύρων. ι᾿. τὸ ἐπαγαγεῖν τῷ Γιεζῆ τὴν τοῦ Νεεμᾶν λέπραν. ια᾿. τὸ ἀναπλεῦσαι τῷ σιδήρῳ ἀπὸ τοῦ ὕδατος. ιβ᾿. τὸ ἀορασίᾳ τούς πολεμίους περιβαλεῖν. ιγ׳. τὸ ἀφθονίαν σίτου (38) καὶ κριθῆς ἐργάσασθαι φυγαδεύσαντα τούς πολεμίους καὶ τὸν τοῦ ἀπιστήσαντος προειπόντα θάνατον. ιδ׳. τὸ ἀναστῆσαι τὸν ἐπιρριφθέντα τῷ σώματι αὐτοῦ νεκρόν.
61. Ἐρ. Περὶ τῶν τεσσάρων ἀρχαγγέλων. Ἀπ. Μιχαὴλ στρατηγὸς τοῦ Θεοῦ, Γαβριὴλ νεανίσκος Θεοῦ ἤ ἀνδρεία Θεοῦ. Ραφαὴλ ἴασις ὡς ἰσχυρὸς ἤ σωτηρία ἰσχυροῦ ἤ πνεῦμα Θεοῦ. Οὐριὴλ πῦρ Θεοῦ
62. Ἐρ. Περὶ τεσσάρων ποταμῶν τοῦ παραδείσου; Ἀπ. Γηών, ἀπὸ τῆς γῆς ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον. Φειςὼν διὰ τὸ φείσασθαι τὸν Θεὸν τῆς ἀνθρωπότητος. Τίγρις ἐπίρρευμα, ὀξύτητος πνεῦμα. Εὐφράτης αὐθέντης.
63. Ἐρ. Πόσοι ἄνδρες καὶ γυναῖκες ἐγεννήθησαν ἐξ ἐπαγγελίας; Ἀπ. Ἑπτά. Σήμ, Ἐνώχ, Ἰσαὰκ, Σαμψών, Σαμουήλ, ἡ Θεοτόκος καὶ ὁ ἅγιος Ἰωάννης ὁ Πρόδρομος.
64. Ἐρ. Τίς ὁ δώσας τῷ Κυρίῳ ράπισμα ἐπὶ τῆς παραδόσεως; Ἀπ. Ἰαρὸς, ὃς ἦν παραλυτικὸς τριάκοντα καὶ ὀκτὼ ἔτη.
65. Ἐρ. Πῶς ἤκουεν ἡ παιδίσκη ἡ ποιήσασα τὸν ἅγιον Πέτρον ἀρνήσασθαι τὸν Χριστόν; Ἀπ. Βαλλήλα, ὃ ἑρμηνεύεται ζητοῦςα.
66. Ἐρ. Τίς εἰπὼν ἀλήθειαν ἀπωλέσθη; Ἀπ. Ἰούδας παραδούς τὸν Κύριον.
67. Ἐρ. Τίς ἀρνησάμενος ἐσώθη; Ἀπ. Ὁ ἅγιος Πέτρος ἐπὶ τῆς σταυρώσεως.
68. Ἐρ. Πόθεν ἦν τὸ μύρον, ὃ ἤλειψεν ἡ Μαρία τὸν Κύριον; Ἀπ. Τὸ ἀπόλουσμα τοῦ Κυρίου ἔλαβε Μαρία ἡ Σαλώμη.
69. Ἐρ. Ποία Μαρία αὐτὸν ἤλειψεν; Ἀπ. Μαρία τοῦ Λαζάρου καὶ τῆς Μάρθας.
70. Ἐρ. Πῶς ἤκουεν ὁ ἄνθρωπος, ὅπου τὸν δεῖπνον ἔφαγεν ὁ Χριστός; Ἀπ. Ἰάκωβος ὁ ἐπικληθεὶς αδελφὸς τοῦ Κυρίου.
71. Ἐρ. Ποίαν μορφὴν εἶδε τοῦ ἀγγέλου ἡ ἁγία Μαρία; Ἀπ. Ἀνθρωπόμορφον. ὅθεν ἀπιστήσασα ἠμφέβαλλεν.
72. Ἐρ. Πόσων Ι τῶν εβἈπτίσθη ὁ Χριστός; Ἀπ. Τριάκοντα ε τῶν.
73. Ἐρ. Ἀπελθὼν ὁ Κύριος εἰς Αἴγυπτον πόσα ἔτη ἐποίησεν; Ἀπ. Μῆνας ἓξ καὶ τέσσαρας ἤγουν δέκα.
74. Ἐρ. Ποῖος προφήτης ἤγειρεν νεκρὸν εἰς τὴν παλαιάν; Ἀπ. Ἠλίας καὶ Ἐλισσαῖος.
75. Ἐρ. Καὶ τίς ὁ νεανίσκος, ὃν ἀνέστησεν ὁ Ἐλισσαῖος; Ἀπ. Ὁ υἱὸς τῆς Σουμανίτιδος, ὁ Ιωνᾶς.
76. Ἐρ. Ποῖος προφήτης ἐφοβήθη τὴν Ἰεζάβελ; Ἀπ. (33) Ὁ ἅγιος Ἠλίας.
77. Ἐρ. Διὰ πόσων στοιχείων συνίσταται ὁ κόσμος; Ἀπ. Διὰ τεσσάρων ἤγουν διὰ πυρός, ἀέρος, ὕδατος καὶ γῆς.
78. Ἐρ. Διὰ τίνος ἐγένετο σωτηρία; Ἀπ. Διὰ τοῦ Ἰούδα.
79. Ἐρ. Ἐπὶ ποίου βασιλέως ἐσταυρώθη ὁ Χριστός; Ἀπ. Ἐπὶ Τιβερίου καίσαρος.
80. Ἐρ. Ποῦ ἐδέξατο τὰς πλάκας τὰς δακτύλῳ Θεοῦ γραφείσας Μωϋσῆς; Ἀπ. Ἐν τῷ ὄρει τῷ Σινᾶ.
81. Ἐρ. Πόσα χειροποίητα ἐποίησεν ὁ Θεὸς; Ἀπ. Τούς ἀγγέλους, τὸν ἄνθρωπον καὶ τὸν παράδεισον.
82. Ἐρ. Πόσα ἐστὶν ἀθεώρητα; Ἀπ. Θεός, ἄγγελος καὶ ψυχή.
83. Ἐρ. Φυτὸν λίμνης καὶ ἄνθος θαλάσσης καὶ μέλος κτηνῶν καὶ αἷμα ξύλου, ταῦτα τέσσαρα ἐ ἐλύπησαν τὸν ἄνδρα δίκαιον; Ἀπ. Φυτὸν λίμνης – ὁ κάλαμος, ἄνθος θαλάσσης – ὁ σπόγγος, μέλος κτηνῶν –ἡ χολή. αἷμα ξύλου–τὸ ὄξος. ταῦτα τὰ τέσσαρα ἐλύπησαν τὸν Χριστὸν διὰ τῶν Ἰουδαίων.
84. Ἐρ. Τίς κατέδειξεν, ἵνα λειτουργῆται ἄνθρωπος εἰς τὰς μ᾿; Ἀπ. Ἰωσήφ εἰς Αἴγυπτον.
85. Ἐρ. Πόσοι εἰσὶν ἁλιεῖς ἀποστόλων; Ἀπ. Τέσσαρες. Πέτρος, Ἀνδρέας, Ἰάκωβος καὶ Ἰωάννης.
86. Ἐρ. Ποῦ ἐνεφανίσθη πρῶτον ὁ Κύριος τοῖς ἁλιεῦσι; Ἀπ. Εἰς τὴν λίμνην Γενησαρέτ.
87. Ἐρ. Καὶ τί σημεΐον ὑπέδειξεν ὁ Κύριος τοῖς ἁλιεῦσι; Ἀπ. Ἰάσατο τὸν λεπρόν.
88. Ἐρ. Καὶ τίς ὁ λεπρός, Ἀπ. Ὀζίας.
89. Ἐρ. Πόσα νήπια ἔσφαξεν ὁ Ἡρώδης; Ἀπ. τρισχίλια.
90. Ἐρ. Ποῦ κατοίκει Ἠλίας, ὅτε ἔδησε τούς οὐρανούς; Ἀπ. Ἐν τῷ σπηλαίῳ, ἐν ᾧ οἱ κόρακες αὐτὸν ἔτρεφον.
91. Ἐρ. Τίς τὸν οὐρανὸν ἔστησε τοῦ μὴ βρέξαι ἐπὶ τῆς γῆς ἔτη γ᾿, μῆνας δ᾿; Ἀπ. Ὁ ἅγιος Ἠλίας.
92. Ἐρ. Ποῖα γυνὴ βαστάζει τὰ θεμέλια τῆς γῆς; Ἀπ. Ἡ Θεοτόκος τὸν Κύριον.
93. Ἐρ. Πότε ἀνέπεμψαν τὰ ἑρπετά καὶ οἱ ποταμοί καὶ αἱ πηγαὶ τῶν ὑδάτων ὑμνωδίαν τῷ Κυρίῳ; Ἀπ. Ὅτε ὁ Ἀδὰμ ἔξεβλήθη ἀπὸ τοῦ παραδείσου.
94. Ἐρ. Τίς ἐδέξατο τὸ βάρος τοῦ Ἀδάμ; Ἀπ. Ὁ Χριστὸς ἐκ νεκρῶν ἀναστάς.
95. Ἐρ. Μετὰ πόσας ἡμέρας ἀνελήφθη ὁ Χριστὸς εἰς τὸν οὐρανὸν καὶ ἐν ποίῳ τόπῳ; (40) Ἀπ. Μετὰ τεσσαράκοντα ἡμέρας ἀπὸ τοῦ ὄρους τῶν ἐλαιῶν.
96. Ἐρ. Πέμπτον τῆς γῆς, δίμοιρον τῆς θαλάσσης. ειβ᾿ οί ἄνδρες οἱ χορτάσαντες ἐκ τῶν πέντε ἀρτων καὶ τῶν δύο ἰχθύων (sic).
97. Ἐρ. Πόσοι οἱ μάγοι οἱ προσάξαντες δῶρα τῷ Χριστῷ; Ἀπ. Ρεῖς, Μάε, Πεμερχίων καὶ Βαλτάσαρ, τὰ δὲ δῶρα χρυσόν, λίβανον καὶ σμύρναν.
98. Ἐρ. Πῶς ἤκουον οἱ υἱοὶ τοῦ Ἰακώβ; Ἀπ. Ρουβίμ, Συμεών, Ἰούδας, Λεβὴ, Ἰσαχάρ, Ζαβουλών, Βενιαμήν, Δάν, Νεφθαλὶμ, Γὰδ, Ἀσὴρ καὶ Ἰωσήφ.
99. Ἐρ. Εἰς ποῖον τόπον ἐμέλισεν Ἐλισσαῖε τὸν βοῦν καὶ τὴν τῶν ὑδάτων θυσίαν ἐν πυρὶ ἐδαπάνησε; Ἀπ. Εἰς τὸ ὄρος τὸ Θαβώρ.
100. Ἐρ. Πόσους χρόνους ἐποίησεν ὁ Μανασσῆς τὸν λαὸν τοῦ Ἰσραὴλ προσκυνεῖν τοῖς εἰδώλοις; Ἀπ. Ἔτη νβ᾿.
101. Ἐρ. Πόσαι μυριάδες ἐν ταῖς λατρείαις ἐκείναις; Ἀπ. Δυοκαίδεκα.
102. Ἐρ. Τίς πλουσιώτερος τοῦ κόσμου; Ἀπ. Ἰωσὴφ ὁ εὐσχήμων κηδεύσας τὸν Κύριον ἐν τῷ ἰδίῳ μνημείῳ.
103. Ἐρ. Τὸ δένδρον, ἐν ᾧ ἀπήγξατο Ἰούδας, τί ἦν; Ἀπ. Μυρίχιν.
104. Ἐρ. Ὁ πελεκήσας τὸν σταυρὸν τοῦ Κυρίου πῶς ἤκουεν; Ἀπ. Σίμων ὁ Κυρηναῖος.
105. Ἐρ. Ὀ δώσας λόγχην τῷ Κυρίῳ τίς ἦν; Ἀπ. Λογγῖνος ὅτι ἀληθὴς ἦν καὶ οὐ πλάνος ὁ Κύριος, ὁ δι᾽ ἡμᾶς ἐνανθρωπίσας, δόξα σοι.
№ 13.
Πο рукописи Кутлумушской библиотеки № 178, XIV в. бомб. 141–142. Ср. Ватопед. библ. перг. XV в., л. 174–176.
Ἐρωτήματα διάφορα τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Βασιλείου τοῦ Μεγάλου πρὸς Γρηγόριον τὸν μέγαν Θεολόγον περὶ ἱερέων. Είπέ μοι δέσποτα διὰ τί ἱερεύς καὶ ποίῳ τρόπῳ καὶ τί τριχοτομία τῆς κεφαλῆς τοῦ ἱερέως29 καὶ τί τὸ ἐπιτραχήλιον καὶ τί τὸ φελόνιον καὶ τί τὸ στιχάριον καὶ τίς ἡ τοῦ ὠραρίου30, καὶ διὰ τί περιβεβληται ὁ τριπλοῦν τὸ ὠμοφόριον αὐτοῦ καὶ ὁ πρεσβύτερος διπλοῦν τὸ ἐπιτραχήλιον αὐτοῦ καὶ ὁ διάκονος ἁπλοῦν τὸ ὠράριον αὐτοῦ. καὶ διὰ τί λευκοφόρος ἐστὶ ἡ στολὴ τοῦ ἐπισκὀπου, καὶ τοῦ ἱερέως σ... ρφορος, καὶ διὰ τί ἡ στολὴ τοῦ ἀββᾶ μαυροφόρος ὑπάρχει, καὶ ποίῳ τρόπῳ ὀφείλει εἶναι τὸν ἐπίσκοπον, καὶ ποίῳ τρόπῳ εἶναι πρεσβύτερον, καὶ ποίῳ τρόπῳ εἶναι τὸν διάκονα καὶ πῶς δεῖ εἶναι τὸν ἀναγνώστην; Ἀπόκρισις Γρηγορίου μεγάλου.
Ὁ μὲν ὁ ἐπὶσκοπός ἐστιν εἰς τόπον δεσποτικόν ὥσπερ γὰρ ὁ δεσπότης ἡμῶν Ἰησοῦς Χριστὸς ἀπέστειλεν τούς ἀγγέλους αύτοῦ, οὕτως καὶ ὁ ἐπίσκοπος ἀποστέλλει τούς ἱερεῖς λευκοφόρους. ἡ δὲ στολὴ αὐτοῦ ἐστὶ κατὰ τὸν μορφὴν τῶν ἄνω δυνάμεων τουτέστιν τοῦ δεσπότου Ἰωάννης γὰρ περὶ αὐτοῦ λέγει, ὅτι τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἱερεῖον καθαρόν. τριπλοῦν δὲ περιβάλλεται τὸ ὠμοφόριον αὐτοῦ διότι τὴν τριάδα ἐστὶν ἐμφορισμένος. καὶ εἰς τόπον δὲ ἀρχαγγελικὸν ὀφείλομεν νοεῖν τὸν ἱερέαν, ὅτι καὶ ὁ προφήτης Δαβὶδ εἶπεν ὁ ποιῶν τούς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τὰ ἑξῆς. τὸ δὲ φελόνιον αὐτοῦ ἐστὶν ὁ χιτὼν ὁ ἄρραφος ὁ ὑπὸ τοῦ ἁγίου πνεύματος ὑφανθεὶς δι᾿ ὅλου ἐκ τῶν ἄνωθεν ὑφαντῶν. τὸ δὲ στιχάριον αὐτοῦ ἐστὶν διότι ἐ[στήκει χάρις ἐν αὐτῷ] ἡ δὲ ἀνακολάφισις τοῦ στιχαρίου ἐστὶ [διότι τὸ πνεῦμα τὸ ἅγιον περιζώννυται] ἡ δὲ τριχοτομία (об.) τῆς κεφαλῆς αὐτοῦ ἐστὶν, διότι στέφανον ἐξ ἀκανθῶν πλέξαντες ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ. τὸ δὲ ἐπιτρούλλιον τῆς κεφαλῆς αὐτοῦ ἐστὶν ἑδραίωμα χερουβικοῦ θρόνου ἐπαναπαύονται τὰ Χερουβὶμ εἰς τὴν κεφαλὴν τοῦ ἱερέως, βαστάζουσιν τὴν δύναμιν τῆς θεότητος. περὶ τοῦ ἀββᾶ εἰς τόπον δὲ χερουβικὸν ὀφείλομεν νοεῖν τὸν ἀββᾶν μαυροφόρος γὰρ ἡ στολὴ αὐτοῦ κατὰ τὰς πτέρυγας τῶν ἄνω δυνάμεων τουτέστιν τῶν ἑξαπτερύγων. εἰς τόπον δὲ ἀποστολικὸν ὀφείλομεν νοεῖν τὸν διάκονον. πῶς δὲ περιβέβληται τὸ ὠράριον αὐτοῦ; διότι τὴν παλαιὰν καὶ τὴν καὶνήν ἐστιν ἐμφορισμένος εἰς τὸ ἅγιον δῶρον, εἰ μὴ καταμίξῃ τὴν παλαιὰν καὶ καινὴν διαθήκην, οὐ μεταλαμβάνει. τὸν δὲ ἀναγνώστην εἰς τόπον μαρτυρικόν ὀφείλομεν νοεῖν μάρτυς. γὰρ ἐστι τῆς ἀληθείας.
Ἐρώτ. Διὰ τί ἐκκλησίᾳ, καὶ διὰ τί βῆμα, διὰ τί κάγκελλα, καὶ διὰ τί τράπεζα. καὶ διὰ τί εἰλητόν. τί δὲ τὰ ἅγια ριπίδια;
Ἡ μὲν ἐκκλησίᾳ ἐστὶν ὁ οἶκος τοῦ Θεοῦ. τὸ δὲ βῆμά ἐστιν τὸ μνῆμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ἡ τράπεζα τοῦ τάφου ἡ ἀσφάλεια, τὸ δὲ τραπεζόφορον ἡ σινδόνα ἡ ἀγορασθεῖςα παρὰ τοῦ Ἰωσὴφ. τὰ δὲ κάγγελλά εἰσιν οἱ στρατιῶται οἱ τὸν τάφον φυλάσσοντες. ὁ δὲ ἄμβων ὁ ἀποκυλισθεὶς λίθος ἐκ τῆς θύρας τοῦ μνήματος. ὁ δε ψάλτης ὁ ψαλλόμενος ἐν τῷ ἄμβωνί εἰσιν ὁ ἄγγελος ὁ ἐπάνω τοῦ λίθου κάθεζόμενος καὶ κηρύσσων τὴν ἀλήθειαν, ἤγουν τὴν ἀνάστασιν τοῦ Κυρίου, τὸ δὲ εἰλητόν εἰσιν, ὅτι ἀπέστειλεν ὁ Πιλᾶτος τὸν κούρσωρα καλέσαι τὸν Ἰησοῦν πρὸ τοῦ βῆματος καὶ ὁ κούρσωρ ἐξελθὼν τὸ σουδάριον, ὃ περιβέβλητο, ἥπλωσεν ἐπὶ τῆς γῆς καὶ εἶπεν Κύριε, ὦδε περιπάτησον, καὶ εἴσελθε ἐπὶ τὸ βῆμα. καλεῖ σε ὁ ἡγεμών. καὶ προσκαλεσάμενος τῷ κούρσωρι ἔφη διὰ τί τοῦτο ἐποίησεν; καὶ ἀποκριθεὶς ὁ κούρσωρ εἶπεν Κυριέ μου. ὅτε με ἀπέστειλας εἰς Ἰεροσόλυμα πρὸς Ἀλέξανδρον, εἶδον αὐτον καθήμενον ἐπὶ πώλου [καὶ οἱ παῖδες]31 τῶν Ἑβραίων ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐβάσταζον [άλλοι δὲ ἐστρώννυ]ον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ, καὶ ἔψαλλον ὡσαννὰ [ευλογημένος, καὶ ἀποκριθεὶς ὁ Πιλᾶτος] εἶπεν [καὶ σύ Ἕλλην ὢν πῶς ἐπεγίνωσκες τί ἑρμηνεύεται] (142) τὸ ὡσαννὰ; καὶ ὁ κούρσωρ ἔφη. ἄνθρωπον ἠρώτησα ἐκεῖ καὶ ἑρμήνευσεν μοι αὐτό. καὶ ὁ Πιλᾶτος τί ἐστὶν τὸ ὡσαννὰ. καὶ ὁ κούρσωρ ἔφη ἑρμηνέυεται τὸ ὡσαννὰ σῶσον ἡμᾶς ὁ υἱὸς Θεοῦ ὁ ἐν τοῖς ὑψίστοις. καὶ ὁ Πιλᾶτος εἶπεν ἔξελθε, καὶ ὡς βούλει εἰσάγαγε αὐτόν. καὶ εὐθέως ἐξελθὼν ὁ κούρσωρ ἥπλωσεν τὸ σουδάριον αὐτοῦ ἐπὶ τῆς γῆς καὶ εἶπεν Κύριε, ὦδε περιπάτησον καὶ εἴσελθε ἐπὶ τὸ βῆμα, καλεῖ σε ὁ ἡγεμών. καὶ κατ᾿ ἐκεῖνον τὸν τρόπον ἐστὶν τὸ εἰλητόν. Τὰ δὲ ἅγία ριπιδιά εἰσιν οὕτως ὅτε γὰρ εἰσέρχεται ὁ Ἰησοῦς πρὸς τὸν ἡγεμόνα ἔστησεν ὁ Πιλᾶτος προτομὰς τῶν σκήπτρων ἕνα ἐκ δεξιῶν καὶ ἀριστερῶν32. εἰσερχομένου δὲ αὐτοῦ τοῦ Κυρίου πρὸς τὸν Πιλάτον, ἐκάμφθησαν οἱ προτομαὶ33 τῶν σκήπτρων καὶ προσεκύνησαν αὐτοῷ καὶ συνειςῆλθον αὐτῷ ἕως τοῦ Πιλάτου καὶ διὰ τοῦτο καὶ τὰ ριπίδια κατέχουσιν καὶ ἀκολουθῶσιν εἰς τὴν εἴσοδον καὶ ἔξοδον τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
№ 14.
По рукописи Кутлумушской библиотеки № 177, л. 7–14, XVI в.
Περὶ τῶν ἀζυμιτῶν ἑτέρα διάλεξις σύντομος γενομένη παρὰ Κωνσταντίνου Παναγιώτοῦ μετὰ τὸν γαρδυνάλεον Εὐφρόσυνον Κωνσταντινουπόλεως.
Ἐν ἐκείνῳ τῷ καιρῷ ὲλήλυθεν ὁ Βέκος Ἰωάννης ἐκ τοῦ πάπα τῆς πρεσβυτέρας Ρώμης μετὰ τῶν ιβ᾿ γαρδυνάλεων. ἔλαβεν οὖν ὁ ἄνωθεν Ἰωάννης μούλας θίβην. καὶ ἔσωθεν εἶχεν τοῦ πάπα τὴν στήλην ἔσυρεν δὲ τὴν μοῦλαν σελλοχαλινωμένην μέσον τοῦ παλατίου, καὶ μέσα ἦτον τὸ ὑπόμνημα τοῦ πάπα ἐξῆλθεν οὖν ὁ βασιλεύς Παλαιολόγος καὶ ὑπήντησεν αὐτὴν καὶ λαβόντος αὐτὴν ἐκ δεξ_#953;ῶν καὶ ἀριστερῶν ἦλθον μέχρι τοῦ παλατίου. εἶτα εὐφήμησεν ὁ βασιλεύς τὸν πάπαν λέγων τὴν στήλην τοῦ δεσπότου καὶ ἀγιωτάτου ἡμῶν πάπα προσκυνῶ ἐν τῇ πόλει οἱ δὲ γαρδυναλαίοι εὐφήμησαν τὸν βασιλέα λέγοντες πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὸ κράτος (об.) τῆς βασιλείας σου, δέσποτα βασιλεῦ. ἐμνημόνευσεν δὲ ὁ βασιλεύς τὸν πάπα εἰς τὴν ἐκφώνησιν καὶ εἰς τὰ δίπτυχα λέγων τοῦ παναγιωτάτου ἀρχιερέως Γρηγορίου τῆς πρεσβυτέρας Ρώμης ἀποστολικοῦ καὶ οἰκουμενικοῦ πατριάρχου πολλὰ τὰ ἔτη. ὅμως δὲ βασιλεύς καὶ οἱ γαρδυνάλοι ἠθέλησαν ἵνα ἑνώσωσι τὴν πίστιν διὰ τὴν αἵρεσιν τῶν ἀζυμιτῶν ἦλθον οὖν ἐκ τῶν ἀζυμιτῶν οὕτως Βέκος Ἰωάννης, ὁ λεγόμενος λογοθέτῆς Θεόδωρος ὁ Μουζάλων, ὁ ἐρτηκαντιλίτης, ὁ Παραστομουλὰς, Ἰωάννης ξηρὸς, ὁ Πισιδίας Μεστός, ὁ Μαρκιανὸς καὶ ὁ Μαλέας ὁ ποτὲ πρωτοπαπᾶς καὶ ἕτεροι τῶν ἀφρόνων. τοῦ δὲ χριστωνύμου λαοῦ ἦσαν οὗτοι Ὁλοβόλος μετὰ τοῦ ἑξήκοντα μαθητῶν αὐτοῦ. καὶ ὁ κύρις Κωνσταντῖνος ὁ παναγιώτης. ἄνοιαν δὲ ἔχουσιν οἱ ὀρθόδοξοι μετὰ τοῦ βασιλέως διὰ τοῦ υἱοῦ τοῦ Λασκάρι τοῦ Ἀνδρονίκου, ὅτι διὰ φαρμάκων (8) αὐτὸν ἐπότισαν καὶ ἀπέκτειναν. Καὶ στὰς ὁ Κωνσταντῖνος ὁ Παναγιώτης ἔμπροσθεν τῶν ἀζυμίτων ἔφη εἰπέ μοι, ἀζυμῖτα αἱρετικὲ καὶ τετυφλωμένε, τί θέλεις ἡμᾶς ἐρωτᾶν διὰ τὴν ἀληθινὴν πίστιν ἡμῶν;
Ὁ ἀζυμίτης ἀπεκρίθη κραμβὶν εἴχαμεν ἕνα καὶ ἐδέναμεν εἰς τὴν ρίζαν αὐτοῦ ρβ᾿ φαρία καὶ ἕνα τοῦ ἄλλου τὴν ἀχιλιμιτρισμὸν οὐκ ἄκουεν. Παναγιώτης. Καὶ ἡμεῖς εἴχαμεν ρβ᾿ χαλκωματάδες καὶ ἐχάλκευαν εἰς ἕνα χάλκωμα. καὶ ἕνας τοῦ ἄλλου τὸν κτύπον οὐκ ἤκουεν. γελᾷςας δὲ ὁ ἀζυμίτης, ἔφη ὁ παναγιώτης τί γελᾷς, τὰ τοιαῦτα λάχανα εἰς τοιοῦτον χάλκωμα βράζουσι. Ἀζημ. Πόσας φύσεις ὁμολογεῖς; Παναγ. Πρὶν τοῦ Χριστοῦ, μέ ἐρώτησες, ἢ μετὰ τὴν γέννησιν ; Ἀζημ. Μετὰ τὴν γέννησιν. Παναγ. Φύσεις μὲν δύο, θεότητα καὶ ἀνθρωπότητα. ὑποστάσεἰς δὲ τρεῖς πατέρα, υἱὸν καὶ ἅγιον πνεῦμα. τὰ τρία ἕν ὁμοούσιον. ἀκατάληπτός (об.) ἐστιν ἡ θεότης, καθὼς Δαβὶδ λέγει καὶ ἔκλινον ἐκ τούτου εἰς τοῦτο πλὴν ὁ τρυγίας αὐτὸν οὐκ ἐξεκενώθη. Ἀζυμ. Τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρὸς καὶ ἐκ τοῦ υἱοῦ συμπορεύεται ἢ ἐκ τοῦ πατρὸς ἐκπορεύεται; Παναγ. Ὁ πατὴρ αἴτιός ἐστιν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος καὶ τὸ πνεῦμα ἐσκήνωσεν καὶ ὁ υἱὸς ἐσαρκώθη. Ἀζυμ. Ἄβρόχος καιρὸς ποταμὸν κατεβάζει, καὶ ὁ ποταμὸς πόρον οὐκ ἔχει; Παναγ. Ἄβροχος καιρός ἐστιν ἡ Παναγία, ἀπέραὄντος ποταμός ἐστιν ὁ Χριστός, ὁ υἱὸς καὶ λόγος τοῦ Θεοῦ τοῦ ζῶντος. καὶ οὐδεὶς δύναται ἐξιχνιάσαι τὰ τῆς [θεότητος] βάθη. Ἀζυμ. Ζεύγη βοῶν ς᾿, παρασπαρτάδες δ᾿. καὶ ρν᾿. θερισταὶ. καὶ εὐτύχησεν τὸ χωράφιον καὶ ἐποίησεν μόδια γ׳; Παναγ. Ζεύγη βοῶν ς׳ οἱ ιβ׳. ἀπόστολοι. παρασπαρτάδες δ׳, οἱ εὐαγγελισταί. οἱ ρν᾿. θερισταὶ οἱ ρν׳. ψαλμοὶ τοῦ Δαβίδ, τὸ δε χωράφιον ἡ ὑπεραγία θεοτόκος καὶ ἐγεώργηςαν τὴν πίστιν τοῦ Χριστοῦ ἤγουν τὴν ἁγίαν τριάδα. Ἀζυμ. Ἡ θεότης ποῦ ἀναπαύεται (9); Παναγ. Ἔνθεν ἠθέλησεν ἡ αὐτοῦ θεότης, καὶ ἐν τοῖς ἀγαθοῖς τοῖς χριστιανοῖς. ὡς καὶ ἐπὶ τούς πονηρούς τὸ πνεῦμα τὸ πονηρόν. Ἀζυμ. Οἱ ἄγγελοι ποῦ; Παναγ. Ὃπου ὁ Θεὸς ἔταξεν. Ἀζυμ. Οἱ ἀπόστολοι καὶ οἱ προφῆται; Παναγ. Ἔνθεν προσέταξεν ὁ Θεός. Ἀζυμ. Αἱ ψυχαὶ τῶν δικαίων καὶ τῶν ἁμαρτωλῶν εἰς τὴν παράδεισον ἢ οὔ; Παναγ. Οἱ φιλόσοφοι καὶ οἱ τεχνολόγοι λέγουν, ὅτι τῶν δικαίων αἱ ψυχαὶ ὡς αἱ περιστεραί εἰσι. οἱ ρήτορες λέγουν, ὡς αἱ τρυγόναι εἰσὶν καὶ θεωροῦσιν τὴν παράδεισον καὶ ἀγάλλονται. αἱ δὲ τῶν ἁμαρτωλῶν ὡς χελῶναι, ὡς σκαντζόχοιροι καὶ ὡς νυκτοκόρακες, ὡς ἔπραξαν τῶν δαιμόνων τὰ ἔργα. Ἀζυμ. Πόσοι οἱ οὐρανοὶ εἰσιν ; Παναγ. Οὐρανὸς αὐγοειδὲς καὶ σφαιροειδὴς ὅμοιος κρυστάλλου. Ἀζυμ. Καὶ πῶς λέγει οἱ οὐρανοὶ τῶν οὐρανῶν; Παναγ. Οὐρανούς καλεῖ τούς ἀποστόλους, οἳ διηγοῦνται τὴν δόξαν τοῦ Θεοῦ τὰ ἄνω καὶ τὰ κάτω. Ἀζυμ. Ἀπάνωθεν τοῦ οὐρανοῦ τί ἐστίν; Παναγ. (об.) ϓδωρ, πῦρ, θρόνος καὶ ἐπάνω αὐτοῦ ἐστὶν ἡ θεότης. Ἀζυμ. Καὶ ὑποκάτωθεν τῆς γῆς τί ἐστίν; Παναγ. ϓδωρ, σκότος καὶ πῦρ καὶ ὑποκάτω τούτου ὁ ᾅδης καὶ ὁ τάρταρος. Παναγ. Πάντα, ἅπερ με ἐρωτᾶς ἐγὼ διὰ τῆς χάριτος τοῦ Χριστοῦ καὶ τῆς εὐχῆς γενητῶν μου ἀποκρένομαι. Ἀζυμ. Τὰ ἄστρα τοῦ οὐρανοῦ μονά εἰσιν ἢ ζυγά; Παναγ. Μονά εἰσιν ὅτι καὶ τὰ τάγματα τῶν ἀγγέλων μονά εἰσιν. ὅτι ι׳. τὰ τάγματα ἦσαν καὶ ἐξέπεσεν τὸ ἕνα καὶ ἔμειναν θ׳. Ἀζυμ. Ποῖον ἐποίησεν ὁ Θεὸς πρῶτον, τὸν οὐρανὸν ἢ τὴν γῆν; Παναγ. Τὸν οὐρανόν. Ἀζυμ. Ποῖόν ἐστι πλέον ὁ οὐρανὸς ἢ ἡ γῆ; Παναγ. Πᾶσα σκέπασμα πλέον ὑπάρχει. Ἀζυμ. Ποῖόν ἐστι πλέον ἡ θάλασσα ἢ ἡ γῆ; Παναγ. Ἡ θάλασσα καὶ ὁ παράδεισος διπλοῦν τῆς θαλάσσης. ἐξέρχονται δὲ ἐξ αὐτοῦ ποταμοί δ᾿. Φησῶν, Γεῶν, Τίγρης καὶ Ἐφράτης καὶ ἔρχονται εἰς τὸν κόσμον. Ἀζυμ. Ἡ ἀστραπὴ πῶς γεννᾶται; Παναγ. Ὁ προφήτης φησίν φωνὴ τῆς βροντῆς σου (10) ἐν τῷ τροχῷ καὶ πρόσωπα δ᾿. ἀετοῦ, μόσχου, λέοντος καὶ ἀνθρώπου. ἤγουν δ᾿. εὐαγγελισταὶ ἐν τῷ τροχῷ ὁ ἀετὸς ᾄδει, ὁ μόσχος κράζει, ὁ λέων βοᾷ καὶ ὁ ἄνθρωπος λέγει. καὶ συγκροτούμενοι ἐν τῷ τροχῷ κτύπον ἀποτελοῦσιν καὶ ὁ κτύπος ἀποστέλλει τὴν ἀστραπήν, ὡς #1008;αὶ οἱ ρήτορες καὶ οἱ προφῆται λέγουσιν. Ἀζυμ. Εἰπέ μοι, ὁ ἥλιος πῶς ἀνατέλλει καὶ δύνει ἐν τῇ θαλάσση καὶ πάλιν εὑρίσκεται ἐν τῇ ἀνατολῇ καὶ ἀνατέλλει; Παναγ. Ὁ ἥλιος μερίζεται εἰς τρία ὁ δίσκος αὐτοῦ ἐστὶν ὁ πατήρ. τὸ φῶς αὐτοῦ ὁ υἱὸς καὶ λόγος τοῦ Θεοῦ. αἱ ἀκτῖνες τὸ πνεῦμα τὸ ἅγιον. ὅταν βασιλεύει, εἰσέρχεται ἐν τῇ θαλάσση καὶ σχίζει αὐτὴν ἀπὸ δυσμῶν ἕως θαλάσσης ἀνατολῶν. καὶ οὐρανὸς γυρίζει μίαν φορὰν τὸ ἡμερονύκτιον ὡς μύλος κρέμονται τοίνυν τὰ ἄστρα καὶ ἡ σελήνη καὶ ὁ ἥλιος ὥσπερ κανδήλιον ἔμπροσθεν ἁγίου. καὶ ὅταν ἀνατέλλῃ ὁ ἥλιος δίδοι ὁ Χριστός μου τὸ στέμμα καὶ ἀνατέλλει, καὶ τρία ὄρνεα (об.) βρέχουσιν αὐτὸν ἐπὶ τὸν ὠκεανὸν ποταμόν. τὰ ὀνόματα τῶν ὀρνέων, ὁ εἷς γρύψ ὁ ἕτερος φοὶνιξ καὶ ὁ ἄλλος χαράνδρος καὶ βρέχουσι τὸν ἥλιον, ἵνα μὴ καύσῃ τὸν κόσμον. καὶ καίονται αἱ πτέρυγες καὶ μένουσι γυμνὸν κρέας, καὶ πάλιν λούονται εἰς τὸν ποταμὸν καὶ γίνονται πτέρυγες αὐτῶν ὡς πρότερον. διὰ τοῦτο καὶ ὁ ἀλέκτωρ προφήτης καλεῖται, ὅτι ἔχει αἷμα ἐντὸς τῆς πλευρᾶς αὐτοῦ καὶ γαργαρίζει αὐτὸν καὶ γνώθει τούς κτύπους τῶν πτερύγων τοῦ γρύψης καὶ κοπανίζει καὶ αὐτὸς τὰς πτέρυγας αὐτοῦ καὶ σημαίνει τὴν ἀνάτασιν τοῦ Χριστοῦ. Ἀζυμ. Καὶ τί λέγει ὁ γρύψ; Παναγ. Ὁ πρῶτος λέγει "πορεύου φωτοδότα". ὁ ἕτερος λέγει "δὸς φῶς τοῦ κόσμου", ὁ τρίτος λέγει "ζῇ Ὁ Χριστὸς". Ἀζυμ. Ἕναν λόγον ἔχω ἐρωτῆσαί σε. καὶ ἐὰν αὐτὸν εἴπῃς μοι, ἄλλον οὐκ ἐρωτῶ σε; Παναγ. Εἰπέ εἴ τι θέλεις. Ἀζυμ. Πόσας κορυφὰς ἔχουν τὰ γένειά σου; Παναγ. Τοῦτο νοητικόν ἐστιν ὅςας κορυφὰς ἔχουν, τόσας ρίζας ἔχουν, οὐχὶ μόνον τὰ γένεια σου ἀλλὰ καὶ τὰ μαλλία σου. ὅμως ἐγὼ ἔλεγα νὰ μὲ ἐρωτήσης περισσότερον, ὅτι ἱκανός εἰμὶ τοῦ ἀπολογηθῆναί σοι. Ἀζυμ. (11) Ἐγὼ οὐκ οἶδα ὁ ἐπίστασαι; Παναγ. Σύ ἐπὶστασαι τέχναις ἔξω τῶν γραμμάτων, ρητορικὴν, φιλοσοφικήν καὶ τὴν φραγγικὴν γραμματικὴν καὶ ἑλληνικήν. ἐγὼ δὲ ἐπίσταμαι τρεῖς καὶ αὐταῖς κολοβαῖς. ὅτι ἀκόμη ἀμαθής εἰμι. Ἀζυμ. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον μικρὸν οὐ μακρὸν έδόθη χάρις ἐνὴ ἐδόθη [?]; Παναγ. Ἐφ᾽ ὅςον με ἐρώτησας εἰς τὰ τοιαῦτα ἐρωτήσω κἀγὼ περὶ των αἱρέσεών σου. εἰπέ μοι, ἀζημἷτα, διὰ τί ὑμεἶς οἱ φράγγοι τὴν ὑπεραγίαν Θεοτόκον λέγετε σάντα Μαρίαν καὶ δὲν λέγετε ὑπεραγίαν Θεοτόκον ὡς πάντων βασίλισσαν ὡς γεννήσασαν τὸν υἱὸν καὶ λόγον τοῦ Θεοῦ. καὶ πάλιν διὰ τί οὐ βάλλετε τούς δακτύλους σου τούς τρεῖς εἰς τὸ μέτωπον καὶ εἰς τὴν ζώνην καὶ εἰς τὸν δεξιὸν ὦμον καὶ τὸν ἀριστερὸν, νὰ ποιῇς σταυρόν, ἀμὴ βάλλεἰς τούς δακτύλους σου τούς πέντε καὶ ποιεῖς σταυρὸν ἀπὸ τὸν ἀριστερὸν εἰς τὸν δεξιὸν καὶ ποιεῖς σταυρὸν με ους δακτύλους σου καὶ ἀσπάζεσαι αὐτὸν (об.) καὶ τότε σηκώνεσαι καὶ διασκελᾷς αὐτὸν καὶ γίνεσαι σταυροπάτης; διὰ τί τρώγετε τὸ πνικτὸν καὶ τὰ ἀγέννητα καὶ τὰς χελώνας καὶ ἀλουποῦδες καὶ εἰς τὸ γαβάθι σου τρώγει ὁ κύνας σου καὶ τὸ πλένεἰς καὶ τρώγεις καὶ σύ; Τότε ὁ ἀζημίτης αἰσχυνθεὶς εἶπεν ὅταν ἐπείνασεν ὁ Πέτρος ἐκατέβην ἄγγελος μετὰ ὀθόνιον καὶ δίχα πᾶσαν τὴν μιαροφαγίαν.
Ἔφη ὁ Παναγιώτης. Τοῦτο ἀναγωγικόν ἐστιν οὐχί εἰσαγωγικόν. εἶπε μοι διατί τὴν καθαρὰν δευτέραν καὶ τρίτην, ὅταν φρίσσουν οἱ δαίμονες καὶ οἱ χριστιανοί νηστεύουν τὸ τρίμερον, ὑμεῖς κρέας καὶ ὠὰ ἐσθίετε καὶ χάνετε ὅλην τὴν ἁγίαν τεσσαρακοστήν. καὶ ὅταν ἔλθῃ ἡ καθαρὰ τετράδη κρύβεις τὸν σταυρὸν καὶ ἀλληλούια [οὐ] λέγεις. καὶ λέγεις ὅτι ἔφυγε καὶ ἐπῆγε εἰς τὴν, Ἰερουσαλήμ. καὶ τὴν μεγάλην παρασκευὴν φέρνεις τὸν σταυρὸν καὶ λέγεις [ὅ]τι ἦλθε. διατί οἱ ἱερεῖς σας γυναῖκας οὐ λαμβάνουσιν ἀλλὰ πορνεύουαιν; ἡμεῖς δε ποιοῦμεν τὴν ἐντολὴν τοῦ Χριστοῦ καὶ πέρν[ει] παρθένος παρθένον, ἄσπιλος ἄσπιλον καὶ παραλαμβάνει αὐτὴν ἐκ χειρὸς ἱερέως. καὶ ἔσονται οἱ δύο φύσεις εἰς σάρκαν μίαν καὶ γένεται ἱερεύς καὶ ἐστιν ἀναμάρτητος. ἀλλὰ οἱ ἱερεῖς σας ἔχουν παλακίδας κρυφὰς (12) καὶ ποιοῦσι τὴν μίξιν τῆς σαρκὸς μετ αὐτῆς. καὶ τὸ πρωΐ ποιεῖ μετάνοιαν καὶ λέγει συγχωρήσατέ μοι, ὅτι ἐπειράχθηκα ἐν τῇ νυκτὶ ταύτῃ, καὶ λαμβάνει συγχώρησιν καὶ λειτουργεῖ. καὶ λέγει ἀΐδεος ἐστὶν τῆς ἁμαρτίας καὶ ἁμαρτία οὐκ ἔστι. καὶ πάλιν λειτουργᾶτε μίαν καὶ δύο καὶ τρεῖς φορὰς τὴν ἡμέραν. καὶ ἐξέρχεται ἀπὸ τοῦ βῆμα ὁ ἕνας, καὶ ἐμπαίνει ὁ ἄλλος καὶ ὅλα σας τὰ κρατοῦν σκύλοι καὶ λειτουργᾶτε. Ἀζυμ. Λίθον ἔχωμεν καὶ ἔχει τὴν σφραγίδα τοῦ πάπα καὶ ὅπου τὴν στήσωμεν λειτουργοῦμεν, ὡς καὶ ὑμεῖς ἀντιμίνσι καὶ τὸ σταυροπήγιον. καὶ μένετε μετὰ τῆς γυναικὸς σας. καὶ τότε κάμνετε προσφορὰς καὶ λειτουργᾶτε; Παναγ. Ὄχι ἀζυμῖτα, αἱρετικέ, φλύαρε, ἐὰν γυναῖκα πέσῃ μετὰ τοῦ ἀνδρὸς αὐτῆς, προσφορὰς οὐ ποιεῖ, ἀλλὰ λέγει ἄλλης γυναικὸς καὶ σφραγίζει αὐτάς. καὶ ἐὰν τοῦτο γένηται ὑπὸ τῶν χιλίων μία οὐχ εὑρίσκεται. ἐὰν δὲ καὶ φωραθῇ ἐξομολογεῖται καὶ λαμβάνει κανόνα καὶ δουλεύει, καὶ παίρνει συγχώρησιν. ὅτι τὸ μιαρὸν ἅγιον γίνεται. ϓμεῖς δὲ πάλιν, ὁ μιαρὸς σᾶς βαπτίζει καὶ λέγει βαπτίζω ἐγὼ. τὸν δοῦλον τοῦ Θεοῦ (об.) καὶ θεοποιεῖς τὸν ἐμαυτόν σου. καὶ βάνεις ἅλας εἰς τὸ στόμα τοῦ παιδίου καὶ λέγεις λάβε τὴν φρόνησιν εἰπέ μοι τὶ μύρον μυρώνεις τὸ παιδί; εἰπέ μοι, ἀζημῖτα, ὁ Χριστὸς ἔννους καὶ ἔμψυχος ἐγεννήθη ἢ ἄνους καὶ ἄψυχος; Ἀζυμ. Ἔννους καὶ ἔμψυχος. Παναγ. Ἀμὴ πῶς ποιεῖς αὐτὸν ἄνουν καὶ ἄψυχον; οὐκ οἶδας ὅτι τὸ ἅλας ὁ μυαλός ἐστιν. καὶ ἀντὶ τῆς ψυχῆς τὸ προζύμι. ἀμὴ ποιεῖς τὸ ἄζημόν σου ἄνευ προζυμίου καὶ ἄνευ ἅλατος ἄνουν καὶ ἄψυχον. εἰπέ μοι, διὰ πόσων στοιχείων συνίσταται ὁ κόσμος; Ἀζυμ. Ἐκ πυρὸς καὶ ὕδατος, Παναγ. Καὶ τίς δύναται ἀνάψαι πῦρ ἐκ τοῦ ἀνέμου; καί ἐὰν πυριοβολήση τις, ἐὰν μὴ σείσῃ τὴν χεῖρα αὐτοῦ καὶ ποιήση ἄνεμον οὐκ ἀνάπτει πῦρ. οὕτως καὶ ταῦτα πάντα, διὰ δ᾿ στοιχείων συνίσταται ὁ κόσμος διὰ πυρὸς καὶ ὕδατος, ἀέρος καὶ γῆς. οὕτως καὶ ἡμεῖς οἱ χριστιανοὶ λαμβάνομεν τεσσάρων στοιχείων προζύμια ἀλεύριον, ἅλας καὶ θερμὸν εO#7984;ς τὴν εὐλογίαν. καὶ ὑμεῖς, ἀζυμῖται, μόνον β׳ ἀλεύρι καὶ κρύον νερὸν καὶ νεκρωμένον ὥσπερ καὶ ὁ ἄνθρωπος, ὅταν ζῆ ἔνε θερμὸς καὶ ὅταν ἀποθάνῃ ἐστὶν ψυχρὸς κρυσταλλώδης (13) εἰπέ μοι, ὁ Χριστὸς ζῇ καὶ ἀνάστασιν ὁμολογεῖς ἢ οὔ. Ἀζυμ. Λέγω ναί, ἀνάστασιν. Παναγ. Ἀμηπῶς ποιεῖς αὐτὸν νεκρὸν καὶ διὰ τί οἱ ἱερεῖς ὑμῶν μετὰ χειρορτίων καὶ δακτυλιδίων. ἐγὼ ἑρμηνεύω σας τὰ δύο σας ὀνόματα. φράγγοι ὅτι ἐφραγγελώσατε τὸν Χριστὸν, ἐλατῖνοι ὅτι ἐλαττώσατε τὴν πίστιν καὶ ἀρνήθητε τὴν ἀνάστασιν. Ἀζυμ. Τὸ δακτυλίδιον ἐστιν ὁ ἀρραβὼν καὶ ἕτερα τῆς ἱερωσύνης; Παναγ. Σφραγίς ἐστὶν ὁ ἀρραβών. σύ δε αὐτὸν κηρύττεις ἤξευρε ἀζημῖτα, ὅτι ἑκατὸν πάπιδες ἐγένοντο, ἀφότου ἐχωρίσατε ἀφ᾿ ἡμῶν. πόσοι ἦσαν ἐξ ἐνζύμων καὶ ἐσώθησαν καὶ τεσσαράκοντα ἐξ ἀζύμων καὶ ἐχάθησαν ὅμως ὁμοιεῖτε τοῦ ἀσώτου υἱοῦ. ὅπου τὸν ἀπέστειλαν οἱ δαίμονες βόσκειν χοίρους καὶ τὰ κέρατα εἶναι ὅμοια ὑμῖν. καὶ ὁ βρῶμος ὑμῶν ἔνε σημεῖον τῆς κολάσεως. Ἀζυμ. Λέγει πῶς; Παναγ. Οὐδεὶς τῶν φράγγων θέλει σωθῆναι. καὶ οὐδεὶς τῶν χριστιανῶν θέλει κολασθῆναι (об.) ὅτι ἑβδομήκοντα ἁμαρτίαις ἐστὶν τοῦ ἀνθρώπου καὶ μόνον αἱ ἑπτά εἰσιν ἀσυγχώρητοι. Ἀζυμ. Ποῖαι; Παναγ. Εἴ τις ἄνθρωπος γένη φονεύς ἑκούσιος ὡς Ἰούδας καὶ εἴ τις εἰς πόρνον φονευθῇ. καὶ εἴ τις εἰς μητέρα ἢ θυγατέρα ἢ ἀδελφὴν πέσῃ καὶ εἴ τις ἀπογνώσῃ καὶ βλασφημήσῃ τὸ πνεῦμα τὸ ἅγιον καὶ εἴ τις μὴ ὁμολογῇ τὴν ἀνάστασιν καὶ εἴ τις ἀναγνώσῃ βίβλους καὶ οὐ διδάσκει τὸν λαὸν καὶ πᾶς ὁ συμψάλλων καὶ συνευχόμενος μετὰ τῶν ἀπίστων αἱρετικῶν καὶ τῶν ἀζημιτῶν, εἴη τὸ ἀνάθεμα. Ἀζυμ. [Η] τίς ὤν σύ καὶ λέγων τὸ ἀνάθεμα; Καὶ ἀθυμήσαντος τοῦ ἀζημίτου καὶ μὴ ἔχοντος ἀπολογηθῆναι, ἀπῆλθεν ὁ Βέκος Ἰωάννης πρὸς τὸν βασιλέα λέγων οὐκ ἀκούεἰς, δέσποτα, ὅτι ὁ Παναγιώτης ἀναναθεματίζει τὴν βασιλείαν σου πρὸς τὴν ἡμῶν μετριότητα. κέλευσον ἵνα ἀποθάνῃ πικρῶς. ὁ δὲ βασιλεύς ἐκέλευσεν, ἵνα ἀπακεφαλισθῇ Παναγιώτης. ὁ δὲ Παραστομολᾶς καὶ ὁ Τζικαντηλίτῆς λαβόντες αὐτὸν εἰς τὸ μέσον ἔστησαν. ὁ δὲ Παναγιώτης στὰς εἰς προσευχὴν εἶπεν εὐχαριστῶ σοι, Κύριε, ὅτι κα(14)τηξίωσάς με διὰ τῆς καλής σου ὁμολογίας ἀποθανεῖν. καὶ ποιήσας τὴν ἐν Χριστῷ σφραγίδα εἶπεν δόξα σοι, Κύριε μου, δόξα σοι, ὅτι ὑπὲρ τὴν ἀλήθειαν τὴν μαρτυρίαν ἐδεξάμην μετὰ τώ μαθητῶν σου, Χριστέ. Ταῦτα εἰπὼν καὶ κλίνας τὴν κεφαλὴν αὐτοῦ ἀπέτεμον αὐτὸν. καὶ οὕτως ἐτελειώθην ὁ καλὸς σοφὸς κύριος Κωνσταντῖνος ὁ Παναγιώτης, εἰς ἀναίρεσιν τῶν ἀζημιτῶν.
№ 15.
По рукописи библиотеки Андреевского скита, № 96. XVI в., л. 16–20.
Διδασκαλία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐρωτησάντων τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου, ὁμοίως καὶ τοῦ ἁγίου Φιλίππου καὶ περὶ διορθώσεως καὶ μοναχῶν καὶ λαϊκῶν. Εὐλόγησον Πάτερ.
Ἐν ταῖς ἡμέραις ἐκείναις μετὰ τὸ ἀναληφθῆναι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν, κατῆλθον οἱ ιβ᾿ ἀπόστολοι ἐν τῇ κοιλάδι τοῦ Ἰωασαφὰτ καὶ διενοοῦντο ἕκαστος αὐτῶν περὶ τῆς γενεᾶς τῆς ἀπιστου τῶν ἀνθρώπων, καὶ ἑκάστου πταισμάτων, οἷς πταίουσιν οἱ ἄνθρωποι, ἵνα γνώσωσιν, τί μέλλουτιν ἐργάζεσθαι πρὸς συγχώρησιν τῶν πταισμάτων αύτῶν, καὶ ποιήσαντες ἡμέρας τεσσαράκοντα νηστεύοντες καὶ προσευχόμενοι ἐγένετο αὐτοῖς ἔκστασις ἡμέρας δέκα, ἐπιφωσκούσης δὲ τῆς ἁγίας παρασκευῆς, ἔστη κατενώπιον αὐτῶν ἄγγελος Κυρίου καὶ λέγει αὐτοῖς θαρσεῖτε οἱ πολλὰ κοπιάσαντες τὰς τεσσαράκοντα ἡμέρας. Ἀναστὰς δὲ ὁ Πέτρος προσεκύνσεν αὐτὸν λέγων Κύριε, θεωρῶ τὸ πρόςωπον σου ὡς τὸ πρόςωπον τοῦ Διδασκάλου μου τοῦ ἀναληφθέντος ἐν τοῖς οὐρανοῖς ἐςασιράπτον καὶ φόβος μέ συνέχει σφόδρα. νῦν δὲ ἐρωτῶ δή, ὁ δοῦλός σου, περὶ τῶν τεσσαράκοντα ἡμερῶν. ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπε λαλήσω ρήματα πιστῶν. λέγει ὁ Πέτρος ναί, Κύριε, ὅμοιον ἀποκάλυψόν μοι, τί ἐστὶν ὁ μισθὸς τῶν τεσσαράκοντα ἡμερῶν, ἵνα κἀγὼ ἀναγγέλλω τοῖς γνωρίζουσι τὴν δόξαν τοῦ Θεοῦ; λέγει ὁ ἄγγελος τῷ Πέτρῳ ὁ μισθὸς τῶν τεσσαράκοντα ἡμερῶν πολύς ἐστίν, νηστεύουσιν αὐτὰς εἰλικρινῶς καὶ ἀμέμπτως τὰς εὐχαριστίας τῷ Θεῷ νυκτὸς καὶ ἡμέρας ἀναπέμποντες καὶ προσευχαῖς καὶ νηστείαις καὶ δεήσεσιν λέγει γὰρ ὁ Δαβίδ μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν εἐ δὲ ἔχει τις ἁμαρτίας ὡσεὶ ἄμπελος τῆς θαλάσσης καὶ νηστεύει τὴν ἁγίαν τέσσαρακοστὴν εἰλικρινῶς, μεταδιδούς τοῖς πτωχοῖς τὴν καθημερινὴν τροφήν, μακαρίζουσιν αὐτὸν αἱ τῶν ἁγίων χορεῖαι, καὶ ἀγγέλων ἀριθμὸς τεσσαράκοντα ἵστανται ἀπέναντι αὐτοῦ ἐξαλείφοντες τὰ χειρόγραφα τῶν ἁμαρτιῶν αὐτοῦ. Προσελθὼν δὲ καὶ ὁ Πέτρος ἐπερωτᾷ αὐτὸν περὶ τῶν πόρνων καὶ ἀρσενοκοιτῶν. λέγει ὁ ἄγγελος ἔχει ποῦ ἀπολογίαν δοῦναι. ἰδού ὁ πύρινος ποταμὸς ἐν αὐτῷ ἀποβλέπει, ὁμοίως καὶ τὸν ἀρσενοκοίτην ἀναμένει τὸ πῦρ τῆς ἀσβέστου καὶ ὁ σκώληξ ὁ ἀκοίμητος ἐὰν δὲ μεανοήσωσιν ἐκ τῶν ἀσελγειῶν αὐτῶν, νηστευσάτω ὁ ἀρσενοκοίτης ἔτη ιβ᾿ καὶ δεχέτω αὐτὸν ἡ ἐκκλησίᾳ τοῦ Θεοῦ, ὁ δὲ πόρνος ἔτη γ᾿, ὁ δὲ μοιχὸς ἔτη ς᾿, ὁ δὲ κτηνοβάτῆς ἔτη θ᾿, ὁ φονεύς ἔτη ιβ᾿, ὁ ἀκουσίως ἔτη ε᾿, ὁ κλέπτης ἡμέρας μ᾿ καὶ ξηροφαγήση, ὁ ψεύστης ἡμέρας κ᾿, ἡ τριγαμία ἔτη ε׳, εἰ δὲ ἐπιμένουσιν οὗτοι πάντες ἐν ταῖς ἀσελγείαις αὐτῶν, οὐαἱ αὐτοῖς ἔσται.
Ὁμοίως δὲ καὶ Ἀνδρέας λέγει γνορίζω, Κύριε μου, ὅτι σύ εἶ ὁ Διδάσκαλος ἡμῶν, ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος καὶ ἐν σχήματι δούλου ἐφάνης τοῖς δούλοις σου πειράσαι ἡμᾶς. καὶ νῦν, Κύριε, γινώσκω, ὅτι ἐσύ μετὰ τῶν δούλων σου. ὁρὤ γάρ, κυκλοῦνταί σε δυνάμεις ἐν ποικίλαις μορφαῖς καὶ ἅγια ἑξαπτέρυγα μετὰ φόβου βοῶσίν σοι᾿ Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. ἀκούσας δὲ ταῦτα, ὁ Σωτὴρ ἐφάνη τελείως καὶ εἶπεν αὐτῷ Ἀνδρέας Κύριε, δεῖξόν μοι τῶν ἑπτὰ ἡμερῶν τῆς ἑβδομάδος ἐν ποἱᾳ δόξῃ παρίστανται σοι; καὶ ἀποκριθεὶς ὁ Κύριος λέγει τῷ Ἀνδρέᾳ; ὥσπερ ἀστὴρ ἀστέρος διαφέρει ἐν φωτί, οὕτως καὶ ἡ πρώτη ἡμέρα ἐν ᾗ ὁ Πατὴρ ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν ἡ μείζων πασῶν ἐστὶν, διὰ τοῦτο καὶ κυριακὴν αὐτὴν ἐκάλεσεν ἔπειτα δὲ τῇ δευτέρᾳ καὶ τῇ τρίτῃ `#964;ούς φωστῆρας τούς μεγάλους ἥλιον καὶ τὴν σελήνην, καὶ τῇ τετάρτῃ ἡμέρᾳ ἐποίησε ἔργον δικαιοσύνης καὶ νηστείας, καὶ τῇ πέμπτῃ ἡμέpoᾳ διεχώρισε γῆς καὶ ὕδατος βλάστησιν, ξύλα καὶ ἑρπετὰ καὶ ἰχθύας, τῇ ἕκτῃ ἡμέρᾳ ἐποίησε τὸν ἄνθρωπον, καὶ τῇ ἑβδόμῃ ἡμερᾳ κατέπαυσε ἀπὸ παντὸς ἔργου καὶ ἔστησεν κεφαλὴν τῶν ἓξ ἡμερῶν τὴν ἁγίαν. Κυριακήν, καὶ διὰ τοῦτο μακάριος ἐστιν ὁ ἄνθρωπος ὁ μετὰ εἰλικρινοῠς καρδίας νηστεύων καὶ προσευχόμενος τετράδην καὶ παρασκευήν. τρισμακάριος δὲ ἐστιν ὁ τὴν ἁγίαν Κυριακὴν φυλάττων ἀπὸ ὥρας ἐννάτης τοῦ Σαββάτου καὶ μὴ ἐργαζόμενος αὐτὴν ἀπὸ αἰσχρῶν ἔργων, οὐαὶ δὲ τὸν λαμβάνοντα δίκας τῇ αὐτῇ ἡμέρᾳ. Προσελθὼν δὲ καὶ Ἰάκωβος έπερωτᾳ τὸν Κύριον λέγων Κύριε, τί ἐστὶν ὁ μισθὸς τῶν τὴν τετράδην καὶ τὴν παρασκευὴν νηστευόντων; μακάριος ἐστὶν ὁ ἄνθρωπος ὁ περιπατῶν αὖθις (?) ἐν νηστείας καὶ προσευχαῖς. ὅτε ἐξέλθῃ ἡ ψυχὴ αὐτοῦ ἐκ τοῦ ματαίου βίου τούτου, ὑπαντῶσιν αὐτῇ ἡ Τετράδη καὶ ἡ Παρασκευή, καὶ ἀσπάζονται αὐτὴν λέγουσαι χαίροις, ψυχή δικαία, ἡ πολλὰ κοπιάσασα ἐπὶ τῆς γῆς, νῦν δὲ χαίρου καὶ ἀγάλλου καὶ κατάμενε ἐν τῷ τόπῳ σου ἔρχεται δὲ ἡ ἁγία Κυριακῇ μετὰ τῶν ἀγγέλων λαμπροφόρων καὶ ἀσπάζουσιν αὐτὴν καὶ λέγουν τοῖς ἀγγέλοις ἴδὲ ψυχὴν δικαίαν, ἥτις μέτωπα οὐκ ἔχει καὶ λοιπὸν χαίρουσιν ἐπ᾽ αὐτὴν οἱ ἄγγελοι καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν. οὗτός ἐστιν ὁ μισθὸς τῶν τῇ τετράδῃ καὶ τῇπαρασκευῇ νηστευόντων, ὅτι ἡ μὲν τετάρη διὰ τὴν προδοσίαν, ἡ δὲ παρασκευὴ διὰ τὸ πάθος, ἡ δὲΚυριακὴ διὰ τὴν ἀνάστασιν τοῦ Κυρίου, καὶ μακάριοι οἱ φυλάσσοντες αὐτὰς ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ πάσης ἀκαθαρσίας. ἐὰν δὲ μὴ φυλάσσωσιν καὶ μὴ ἀζούωσιν αὐτούς, ἐςαποστελῶ αὐτοῖς μάχαιραν, θλιμμὴν καὶ αἰχμαλωσίαν καὶ οὐαὶ αὐτοῖς ἔσται, οὐαὶ δὲ τοῖς μὴ κοινωνοῦσιν τὴν ἡμέραν τῆς ἁγίας Κυριακῇς ἄνευ ἐπιτιμίου. Προσελθὼν δὲ καὶ Θωμᾶς ἐπερώτησε αὐτὸν λέγων ἐὰν κληρικός ἀφήσῃ τὴν ἐκκλησίᾳν του ἕνεκεν πραγματείας ἢ αἰσχρολογίας, τί ἡ κόλασις αὐτοῦ; λέγει ὁ Σωτήρ ἐὰν ἐπιμένῃ καὶ οὐκ ὑποστρέψῃ, καταδικάζεται ὡς πόρνος εἰς τὸ πῦρ τὸ αἰώνιον, εἰ δὲ μετανοήσας ἐπιστρέψη, εὐλογεῖται ὑπὸ τσῦ ἀρχιερέως καὶ ἀπολαμβάνει τὴν διακονίαν. Δεῖ τὸν κληρικὸν ἀμνησίκακον, ἀκενόδοξον, ἀφυλάργυρον, ἄκλοπον, πρᾷον ἥσυχον, ἀμετάδοτον, μίας γυναικός, τῇ πίστει ἐστηριγμένος καὶ τὴν διαθήκην τῆς ἐπαγγελίας φυλάττων. ὁ πορνεύων ἢ λοιδορῶν ἀφοριζέσθω ἐκ τοῦ θυσιαστηρίου καὶ μὴ προσψαυέτω τῶν ἀχράντων καὶ ἁγίων μυστηρίων, ὁ ἱερεύς ὁ διγαμῶν μὴ εἰσερχέσθω εἰς τὸ θυσιαστήριον τοῦ Θεοῦ, μήτε μολύνῃ τὸ ἄχραντον δῶρον τοῦ Θεοῦ οὐαὶ τοῖς ἱερεῦσι καὶ τοῖς κληρικοῖς, οἵτινες κακοποιοῦσιν ἐν τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ ἁγίᾳ Κυριακῇ κρίνοντες λαούς καὶ πρόσωπα λαμβάνοντες καὶ χρίζοντες τὰ ἅγια μυστήρια. οὐαὶ τοῖς τοιούτοις, ὅτι τῷ πιρίνῳ ποταμῷ καυθήσονται. οὐαὶ τοῖς τὰ ἅγια δῶρα ἀγνοοῦσιν, ὅτι οἱ ἄγγελοι τοῦ Θεοῦ παρίστανται φυλάττοντες αὐτά, ἐν δὲ τῷ ἱερουργεῖν τὸν ἱερέα τὰ Χερουβὶμ καὶ Σεραφὶμ καλύπτουσι τὴν ἁγίαν τράπεζαν ἀοράτως ἔνθεν καὶ ἔνθεν τοῦ ἱερέως, ἄγγελοι δὲ Κυρίου παρίστανται σύν τῷ ἱερεῖ ἐν τῇ ἁγίᾳ κοινωνίᾳ, καὶ ὅςτις ἔλθῃ κοινωνῆσαι ἔχων κακίαν κατά τινος καὶ δέξεται τὸ τίμιον δῶρον, πῦρ καίοντα δέχεται ἐν τοῖς ἐγκάτοις αὐτοῦ. Ἐγὼ δὲ λέγω ὑμῖν διὰ Ἰεζεκιὴλ τοῦ προφήτου ἀφιῶ αὐτοῖς, ἴσως μετανοήσουσιν καὶ ἐλεηθήσονται, ὁ δὲ Ἠσαΐας βοᾷ λέγων οὐαὶ ὑμῖν διδάσκαλοι, ὅτι ἀναγινώσκοντες οὐκ ἐπιγινώσκετε, ὅτι εἰσέρχεσθε εἰς τὸν ναὸν τοῦ Θεοῦ πλήρΕἰς ἀνομίας καὶ ἀδικίας καὶ οὐκ ἔχετε τὸ ἔνδον ὄ... ἡμῶν πρὸς τὸν Θεὸν ἀλλ᾿ ἐν τῇ ὀρθότητι τῆς σαρκὸς, ἥτις πρὸς ὀλίγον χρόνον ἐκλείπει καὶ πρὸς γῆν ὑπάγει καὶ χοῦς γίνεται οὐαὶ ὑμῖν πρεσβύτεροι, ὅτι καθέζεσθε ἐν τῇ ἁγίᾳ Κυριακῇ ποιοῦντες κρίσεἰς καὶ πράττοντες, [ἃ] οὐκ ἔξεσιν πράττειν ὑμῖν, ἀλλὰ παρηκούσατε τῆς διαθήκης καὶ τῶν πραγμάτων καὶ οὐκ ἐφυλάξατε τὴν ἁγίαν Κυριακήν, οὔτε τὸν λαὸν ἐφυλάξατε ἰδού ἐλέους οὐ μὴ τύχητε εἰς τὸν αἰῶνα καὶ ἀπολογίαν ἔχετε δοῦναι ἐν τῷ φοβερῷ βήματι τοῦ Χριστοῦ ὑπέρ τοῦ λαοῦ τοῦ ἐμπιστευθέντος ὑμῖν, οἵτινες οὐκ ἐδιδάχθησαν παρ᾿ ὑμῶν τὰς θείας γραφάς οὐαὶ τῷ μὴ φυλάττοντι ἑαυτὸν τὰς ἁγίας Κυριακὰς ἀπὸ πορνείας καὶ πασῶν ἐπιθυμιῶν οὐαὶ τοῖς μεταλαμβάνουσιν τὴν ἁγίαν Κυριακὴν καὶ τῇ αὐτῇ ἡμερᾳ συγγινομένοις γυναιξὶν. Ἀκούσατε οὖν, πάντες φιλακροάμονες, λόγους ἀπέστειλα διὰ τῶν προφητῶν καὶ ἀποστόλων μου καὶ οὐκ ἠκούσατε αὐτούς, ἔχοντες δὲ ἐν ταῖς χερσίν ἡμῶν τὰς παραδόσεἰς καὶ διδασκαλίας τῶν ἁγίων βιβλίων, ἱερεῖς λαλοῦντας εἰς τὰ ὦτα τῶν ἀκουόντων, ὅτι ἐν ἡμέρᾳ κρίσεως δίκην ἔχετε λαβεῖν μετὰ τῶν προβάτων, τουτέστιν μετὰ τοῦ ἐμπιστευθέντος ἡμῖν λαοῦ, ὑμεῖς δὲ οἱ ἀκροαταί οἱ ἀκούοντες καὶ μὴ φυλάσσοντες ἐν ταῖς βασάνοις διαμεριῶ ὑμᾶς λαλεῖτε δὲ ἱερεῖς περὶ τῆς ἀναστάςεώς μου τὸ μὴ ἐργάζεσθαι τὴν ἁγίαν Κυριακὴν, μηδέ ποιεῖν ἐν αὐτῇ πονηρόν τι οὐαὶ τοῖς μὴ ἁπερχομένοις ἐν τῇ ἐκκλησίᾳ τῇ Κυριακῇ οὐαὶ τοῖς μὴ ἀκροωμένοις τῆς ἁγίας λειτουργίας μετὰ φόβου καὶ πίστεως, ὅτι τῷ ταρτάρῳ παραδώσω αὐτούς οὐαὶ τοῖς ἀπολιμπανομένοις τῆς τοῦ Θεοῦ ἐκκλησίᾳς ἐν ἡμέρᾳ Κυριακῇς καὶ πασῶν τῶν ἐορτῶν διὰ ὄκνον καὶ ραθυμίαν, ὅτι τῷ πυρί παραδώσω αὐτούς οὐαὶ τῷ ἱερεῖ τῷ μὴ φυλάττοντι τὰ ἁγία δῶρα ἀπὸ ρυπαρῶν χειρῶν οὐαὶ ταῖς γυναιξὶν ταῖς ἱσταμέναις ἐν τῇ ἐκκλησίᾳ πρὸς ἀλλήλας δμιλοῦνταις, οὐκ ἔχωυσιν ἄνεσιν ὑπὸ τῶν βρυγμῶν τῶν ὀδόντων οὐαὶ τοῖς μεταλαμβάνουσιν τῶν ἁγίων μυστηρίων καὶ ἀναχωρούντων πρὸ τῆς ἀπολύσεως τῆς ἁγίας λειτουργίας οὐαὶ τοῖς προγευομένοις τῇ ἁγίᾳ Κυριακῇ πρὸ τῆς ἀπολύσεως τῆς λειτρυργίας οὐαὶ τοῖς κιθαρίζουσιν καὶ μετὰ αὐλῶν καὶ χορῶν καὶ τυάμπανων τὸν οΐνον πίνοντες, τὰ δὲ ἔργα τοῦ Θεοῦ οὐ βλέπουσιν οὐαὶ τοῖς σπαταλῶσιν καὶ τοῖς πτωχοῖς καὶ δεομένοις μεταδίδουσιν καὶ τὸν φόβον τοῦ Θεοῦ μὴ ἔχουσιν ἐν ταῖς καρδίαις αὐτῶν οὐαὶ τοῖς λέγουσιν, ποιήσωμεν τὰ ὧδε καὶ περὶ τῶν ἐκεῖ βλέπωμεν οὐαὶ τῷ παρακροατῇ ἀνθρώπῳ, ὅτι εἰσφέρει καὶ ἀποφέρει καὶ προστίθησιν σκάνδαλον. οὐαὶ τοῖς μὴ ἀγαπῶσι τὸν Θεὸν οὐαὶ τοῖς μή προστρέχουσιν ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ, ὅτι ἐπικατάρατοι είσιν οὐαὶ τοῖς κλέπτουσιν οὐαὶ τοῖς ἁρπάζουσι τὰ ἀλλότρια, οὐαὶ τοῖς συγκαθιζομένοις καὶ ὁμιλοῦσιν μετὰ τῶν βλασφήμων καὶ αἱρετικῶν οὐαὶ τοῖς ὑβρίζουσιν τὰς θείας γραφάς. καὶ τί πολλά λέγω; οὐαὶ τοῖς ἀριστερῶν τοῦ Χριστοῦ ἐν τῇ ᾑμέρᾳ ἐκείνῃ, ὅτι σκοτισθήσονται καὶ τούς ὀδόντας βρύγουσιν, ὅταν ἀκούσωσιν, οὐκ οἶδα ἡμᾶς οὐαὶ τοῖς κατηγοροῦσιν οὐαὶ τοῖς φαρμακοῖς οὐαὶ τοῖς μεθύουσιν οὐαὶ ταῖς γυναιξίν ταῖς κτενιζομέναις τῇ ἁγίᾳ Κυριακῇ οὐαὶ τοῖς μὴ φυλάττουςι τὰς ἑορτὰς τοῦ Θεοῦ καὶ τοῦ Προδρόμου οὐαὶ τοῖς μιαίνουσι τὸ ἅγιον βάπτισμα οὐαὶ τοῖς βλασφημοῦσιν εἰς τὸ ἅγιον πνεῦμα, ὅτι πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις [ἡ δὲ τοῦ πνεύματος βλασφημία] οὐκ ἀφεθήσεται, οὔτε ἐν τῷ νῦν [ἐν τούτῳ τῷ] αἰῶνι οὔτε ἐν τῷ μέλλοντι (Μθ. XII, 32). οὐαὶ τοῖς ψευδομαρτυροῦσιν οὐαὶ τοῖς ἄρχουσιν, κριταῖς, οἳ τούς πτωχούς παρακρίνοντες, λαμβάνοντες πρόςωπον δυνάστου καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες, καὶ κατευθύνοντες τὰ ἀλλότρια οὗτοι κληρονομήσουσιν τὸ τὴν κληρονομίαν τοῦ Ἰούδα οὐαὶ τοῖς μὴ προσκυνοῦσιν τὰς ἁγίας εἰκόνας τοῦ Θεοῦ. οὗτοι κληρονομήσουσιν τὸ πῦρ τῆς γεέννης οὐαὶ τοῖς μισοῦσιν τὰς θείας γραφάς. οὗτοι γενήσονται μισητοί τοῦ Θεοῦ καὶ αὐτοὶ ἀκούσονται, οὐκ οἶδα ἡμᾶς οὐαὶ τοῖς μοναχοῖς τοῖς ἀγνοοῦσιν, τοῖς περιπατοῦσιν εἰς δήμους, λαούς καὶ πρατήοιον, ποιοῦντες κρίματα, οὗτοι κληθήσονται δοῦλοι τοῦ Ἀντιχριστου οὐαὶ τοιμοναχοῖς τοῖς τὸ ἅγιον βάπτισμα, ἤγουν τὸ σχῆμα ἐνδεδυμένοις καὶ οὐ φυλάττουσιν αὐτὸ κατὰ τὴν διδασκαλίαν ἐν πείνῃ καὶ δίψῃ, ἐν ἀλουσίᾳ καὶ πάσῃ κακουχίᾳ, ἵνα τὸ σῶμα τακῇ, αἱ δέ ψυχαί αὐτῶν ἀπέλθουν εἰς ζωήν αἰώνιον οὐαὶ τῷ μοναχῷ τῷ μεθύσῳ καθεζομένῳ μετὰ λαϊκῶν, εἰσφέροντι λὸγους αἰσχρούς καὶ γέλωτας ποιοῦντας καὶ φόβον Θεοῦ μὴ ἔχουσι ἐν ταῖς καρδίαις αὐτῶν οὐαὶ τοῖς μοναχοῖς οἵτινες τὸ ἅγιον σχῆμα μιαίνουσιν ἐν ἀσελγείαις καὶ μέθαις πορνείαις, [ὅτι] φαίνονται μεν ἔξω δοῦλοι Χριστοῦ, ἔχοντες δὲ ἐν ταῖς ψυχαῖς αὐτῶν τὸν Ἀντίχριστον, αὐτοί γενήσονται κληρονόμοι αὐτοῦ οὐαὶ ταῖς μοναζούσαις καὶ μολυνούσαις τὸ ἅγιον σχῆμα ἐν πορνείᾳ καὶ πάσῃ ἀκαθαρσίᾳ, ἔξωθεν μὲν οὖσαι νύμφαι Χριστοῦ, ἐν κρυπτῷ ἡδονῆς κλέπτριαι καὶ δοῦλαι τοῦ Ἀντίχριστου, καὶ οὐαὶ τοῖς παρακαμπανισταῖς καὶ παραζυγοστάταις, οὐαὶ ταῖς παραυλακισίαις καὶ ἁρπάζουσι τὰ τοῦ κλειδίου οὐαὶ τοῖς ἀδικοῦσιν χήρας καὶ ὀρφανούς οὐαὶ τῷ ἀνδρὶ καὶ τῇ γυναικί τοῖς συζευγνυμένοις καὶ ἐπὶ πορνείας πίπτοντας, αὐτοί κληρονομήσουσιν τὸ πῦρ μετὰ τοῦ Ἰούδα, ὅτι αὐτός ὁ Ἰούδας, ὤν μετὰ τοῦ Χριστοῦ, παρέδωκεν αὐτὸν τοῖς Ἰουδαίοις καὶ τί πολλά λέγω; οἱ μὴ ποιοῦντες τὸ θέλημα τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τοῦ ἀληθινοῦ, αὐτοὶ κληρονομήσουσιν τὴν ἀγχόνην τοῦ Ἰούδα, ὅπερ μὴ γένοιτο ἡμῖν χάριτι τοῦ ἐξαγοράσαντος ἡμᾶς Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. ἀμήν.
№ 16.
Πο той же рукописи л. 95–98.
Πρόκλου ἀρχιεπισκόπου λόγος καὶ διάλυσις τοῦ ἁγίου Πάτερ ἡμῶν. Εὐλόγησον δέσποτα.
Ὅτε κατῆλθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐκ τοῦ οὐρανοῦ μετὰ στρατιᾶς ἀγγέλων καὶ ἐμφανίσθη ἔμπροσθεν τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου καὶ Ἰωάννου, καὶ τῶν λοιπῶν μαθητῶν αὐτοῦ, ἤρξατο διδάσκειν αὐτούς καὶ λέγειν τὸ ἅγιον Πατερ ἡμῶν. καὶ οὐδείς ἐκ τῶν μαθητῶν ἐτόλμα ἐρωτῆσαι αὐτὸν διὰ τὴν λύσιν τοῦ ἁγίου Πάτερ ἡμῶν. καὶ ἀποτολμήσας ὁ ἅγιος Πέτρος, ἔπεσεν εἰς τούς πόδας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἶπεν οὕτως ἐλέησον ἡμᾶς [καὶ διάλυσον ἡμῖν], ὁ εἶπας, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. καὶ ἀποκριθεὶς ὁ Κύριος εἶπεν ἄκουσον. Πέτρε, διὰ τοῦτο κατῆλθον ἐπὶ τῆς γῆς κάτω, ἵνα διδάξω, ὅσα καὶ ἐπάνω τοῦ οὐρανοῦ ποιήσω καὶ ἐπὶ τῆς γῆς κάτω, ὅτι ὁ πατήρ ἐστιν μόνος ὁ Θεὸς ὁ ποιήσας αὐτὰ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν, ὃ γέγονεν. ὁ δὲ Θεὸς ἔδωκεν τὸν πατέρα σαρκικόν, ἵνα δουλεύσῃ καὶ εὐφράνῃ σοι καὶ ὁ πατὴρ ἡμῶν (л. 95) ὁ οὐράνιος ἔρχεται εἰς τὸν πατέρα σου τὸν σαρκικόν, εἰ δὲ λυπήσεις τὸν πατέρα σου τὸν σαρκικὸν λυπᾶται καὶ ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος καθὦς γέγραπται τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου μὴ ὡς πατέρα καὶ μητέρα σαρκικούς, ἀλλ᾿ ὡς πατέρα καὶ μητέρα Θεοῦ. βλέπε γὰρ μὴ κλιθῇς πολλάκις πατρὸς καὶ μητρὸς καὶ εἴπωσί τι ρῇμα κατὰ σοῦ καὶ ὑστερηθῆναι τοῦ παραδείσου. εὐρυχωρότερον τῆς θαλάσσης καὶ τῆς οἰκουμένης, ὡς οἱ ἀναστεναγμοὶ τῶν πατέρων ἀπώλειαν καὶ σκότος διαφέρουσιν καὶ διὰ τοῦτο εἶπον, Πέτρε, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν ἐπερώτησεν αὐτὸν ὁ Πέτρος, εἰπέ μοι, Κύριε, διὰ τί εἶπας ἁγιασθήτω τὸ ὄνομά σου; ὁ δὲ Κύριος εἶπεν ἄκουσον Πέτρε, ἐγὼ ἐποίησα ἑπτὰ ἡμέρας καὶ ἐχάρισα μίαν ἡμέραν τὴν ἁγίαν Κυριακὴν τὴν παρακαλοῦσαν τὸν Δεσπότην διὰ τὸν ἁμαρτωλὸν καὶ προσεύχεσθε τὴν τοῦ Θεού ἐκκλησίᾳν ἵνα ὅταν ἀκούσητε σημαίνοντος τῆς ἁγίας Κυριακῆς μὴ προτιμῆτε τοῦ ὕπνου καὶ δύεσθε εἰς τὰ ὄνειρα ἀλλὰ έξεγειρόμενοι ἀπὸ τοῦ ὕπνου σπουδῆς μεγάλης προσέλθητε εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ὑμνήσασθε τὸν Θεὸν ἀπαγγέλλοντες [σοι] τὸν Πατέρα, ἵνα ὁ καρπὸς τῶν ἕξ ἡμερῶν ᾖ εὐλογημένος. ἐπειδὴ ἐποίησα τὴν θείαν λειτουργίαν, ἵνα λέγητε "ἀγαθόν τὸ ἐξομολογεῖςθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματι σου, ὕψιστε" καὶ εἶθ᾿ οὕτως λέγετε "ὁ Κύριος ἐβασίλευσεν τὴν εὐπρέπειαν ἐνεδύσατο, τοῦ Κυρίου ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα" καὶ νὰ λέγετε, "δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ" καὶ διὰ τοῦτο ἐποίησα "ἀλληλούια" δι᾿ ἀλήθειαν καὶ δικαιοσύνην, ἵνα περιπατῆται ἡ ἀλήθεια, ἐπὶ τῆς γῆς. καὶ διὰ τοῦτο ἐποίησα τὸ Εὐαγγέλιον, ἵνα καρδία καθαρὰ καὶ τὰ ὦτα ἀνοικτά εἰσιν οὐ λαλοῦσιν ῥήματα βλασφημίας τοῦ εὐαγγελίου. καὶ διὰ τοῦτο ἐποίησα τούς διακόνους, ἵνα κρατοῦσι καὶ λέγουσι "ὃςοι κατηχούμενοι προέλθετε" προθύμως εἰς τὴν ἐκκλησίαν. οἱ δὲ μὴ ἐξεγειρόμενοι εἰς τὸν ὄρθρον οὐ δὲ ἀπ᾿ ἀρχῆς τῆς θείας λειτουργίας εἰς τὴν τοῦ Θεοῦ ἐκκλησίαν καὶ λαμβάνουσιν τοῦ τιμίου σώματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ διὰ τοῦτο εἶπον, Πέτρε, ἁγιασθήτω τὸ ὄνομά σου. Καὶ πάλιν ἐπερώτησεν αὐτὸν ὁ Πέτρος εἰπέ μοι, Κύριε, ἐλθέτω ἡ βασιλειά σου, τί ἐστὶν; ὁ δὲ Κύριος λέγει ἄκουσον Πέτρε, ἐγώ εἰμι ὁ βασιλεύς τῶν ἐπουρανίων δυνάμεων ὁ κατέχων χειρὶ τὰ πάντα, ὁ ποιήσας βασιλείαν ἐπὶ τῆς γῆς καὶ πάντες φοβοῦντες αὐτὸν καὶ ἐμὲ τὸν ζωοποιήσαντα αὐτὸν οὐ φοβοῦνται, καὶ διὰ τοῦτο εἶπον, Πέτρε, ἐλθέτω ἡ βασιλεία σου καὶ πάλιν ἐπερώτησεν αὐτὸν ὁ Πέτρος Κύριε διάλυσον ἡμῖν, ὅ εἶπας, γεννηθήτω τὸ θέλημά σου ὁ δὲ Κύριος λέγει ἄκουσον Πέτρε, θέλημα θεοῦ ἐστιν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἵνα ποιήσητε τὸ θέλημα τοῦ Θεοῦ. ὁ δὲ Πέτρος ἔπεσεν εἰς τούς πόδας τοῦ Κυρίου λέγων ἐλέησον ἡμᾶς, Κύριε, O#7952;λέησον ἡμᾶς καὶ διάλυσον ἡμῖν, ἅ εἶττας τί ἐστὶν θέλημα Θεοῦ, ἵνα ποιήσωμεν αὐτό; ὁ δὲ Κύριος λέγει, ἀγαπήσῃς τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς καρδίας σου καὶ φυλάξῃς ἑαυτὸν σου ἀπὸ πορνείας, ἀπὸ μοιχείας, ἀπὸ ζήλου, ὅτι ἡ ἀρχὴ τῆς ἁμαρτίας ἀπὸ γυναικὸς ἐγένετο καὶ δι᾿ αὐτὸ παρεδόθημεν τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας κατεστράφησαν τοῖς ἀνθρώποις τὰ Σόδομα καὶ Γόμορα. Καὶ ἡμεῖς, ἀδελφοί, ἤδη, σωφρονισθῶμεν, ἵνα μὴ εύρεθῶμεν ἐκεῖνοι. εἶπεν γὰρ ὁ προφήτης οὗτοι πορνείαν Θεού κληρονομήσουσιν, καὶ πάλιν πόρνους καὶ μοιχούς κρινεῖ ὁ Θεὸς. εἶπε γὰρ ὁ Σολομὼν μὴ προσέρχεσθε φαύλῃ γυναικί μέλι γὰρ ἀποστάξει ἀπὸ χειλέων γυναικῶν πόρνης. καὶ ταχέως οὐ λέγω, ἀδελφοί, πᾶσα ἁμαρτία πρὸς τὴν πορνείαν μικρά ἐστι. πολλοί δὲ ἐξ αὐτῶν οὐκ ὀνομασθήσονται εἶπεν γὰρ ὁ προφήτης μὴ περιβάλῃς τὸ καλόν σου ἱμάτιον εἰς χώρας πρὸστρέχειν ὅπου γάρ εἰσίν αἱ κιθάραι καὶ αὐλοί, ἐκεῖ εἰσὶν αἱ ὁδοί τοῦ διαβόλου καὶ ὅπου εἰσὶν χοροί καὶ τραγῴδια, μέσον ἐκεῖ ἵσταται ὁ διάβολος ἐκεῖ ἀγαλλιασμὸς καὶ χαρὰ νεωτέρων καὶ κορασίων παντες ὑστεροῦνται τῆς βασιλείας τοῦ Θεοῦ. καὶ ὅπου εἰσὶν αἱ ψαλμῳδίαι, ἐκεῖ τε ὔμνος τῶν ἁγίων, ἐκεῖ ὁ θρόνος τοῦ Θεοῦ ἐστιν, καὶ ὅςοι τὸ ἀγαθὸν ἀγαπῶσιν ἐκεῖ σπουδαίως τρέχουσιν τοῦ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ τοῦ ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ κρατοῦντος. καὶ πάλιν ἐπερώτησεν αὐτὸν ὁ Πέτρος διὰ τί εἶπας, Κύριε, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς; ὁ δὲ Κύριος λέγει ἄκουσον Πετρε, εγὼ ἐποίησα τὸν οὐρανὸν ἄνω καὶ τὰς ἐκκλησίας τὰς ἐπὶ τῆς γῆς τοῦ Θεοῦ καὶ τῶν ἁγίων διὰ τὸ ὄνομά μου παθόντων ἀντίτυπον τοῦ οὐρανοῦ. ἀλλὰ μὴ, ἀγαπητοί μου ἀδελφοί, ἐὰν ποιῆτε μνήμας ἁγίων κληρονομήσασθε τὴν βασιλείαν τοῦ Θεοῦ, μάρτυρας ἔχετε πολλούς πεινῶντας καὶ διψῶντας εἰς μνήμας ἁγίων καὶ οὐ μεριμνῶσι περὶ πεινώντων καὶ διψώντων ἀλλὰ ἀργολογοῦσιν καὶ λέγουσιν, τίς ἡμᾶς ἐκάλεσεν, ἵνα καλέσωμεν καὶ ἡμεῖς αὐτούς, καὶ οὐ λογίζεται αὐτοῖς ὁ Θεὸς, ὅτι μνήμας ἁγίων ποιοῦσιν ἀλλὰ ἀρεστὰ ποιοῦσιν εἰς ἀλλήλους, καὶ εἰς οὐρανούς οὐκ ἔρχεται ἡ δέησις αὐτῶν καὶ διὰ τοῦτο εἶπον, Πέτρε, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Καὶ πάλιν ἐπερώτησεν αὐτὸν ὁ Πέτρος, εἰπέ μοι, Κύριε, διὰ τί εἶπας τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον; ὁ δὲ Κύριος λέγει ἄκουσον, Πέτρε, ἄρτος ἐστὶν ἀδιάλειπτος ἡ πίστις τῶν χριστιανῶν καὶ ὅστις τὸν φόβον τοῦ Θεοῦ ἔχει ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ μεριμνήσῃ ὑπὲρ τῆς ἡμέρας ἐκείνης, ἐκεῖνος ἐστὶν ὁ ἄρτος ὁ ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῆ. διὰ τοῦτο εἶπον, Πέτρε, τὸν ἄρτον ἡμῶν τὸν ἐποιούσιον δὸς ἡμῖν σήμερον. Καὶ πάλιν ἐπερώτησεν ὁ Πέτρος, Κύριε διὰ τί εἶπας, ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. ὁ δὲ Κύριος λέγει ἄκουσον Πέτρε, ἐγὼ ἐποίησα ἄφεσιν ἁμαρτιῶν καὶ ἀντάμειψιν τῶν ψυχῶν τὰς ἁγίας τεσσαράκοντα ἡμέρας ταύτας καὶ διαλυθῶσιν τὰ αμαρτήματα ἡμῶν πάντα, οἱ δὲ μὴ νηστεύοντες τὰς ἡμέρας ὡς προείπομεν ἔχω καὶ εἰς αὐτούς καὶ ἑτέρους βασάνους καὶ τραύμασιν χλευάσω αὐτούς καὶ γίνονται ἀνάξιοι τῆς βασιλείας τοῦ Θεοῦ τοῦτο δὲ λέγω ἡμῖν, ἀδελφοί, ἵνα νηστεύσητε τὴν ἡμέραν εὔσιμος (?) καὶ σωτηρίας εἰς πάντας τούς ἁμαρτωλούς. αὐτῇ τῇ ἡμέρᾳ ἐγὼ καὶ ὁ πατὴρ μου παράδεισον ἐφυτεύσαμεν καὶ ἐποιήσαμεν ἀνθρώπους κaτ᾿ εἰκόνα μίαν ἡμετέραν αὐτῇ τῇ ἡμέρᾳ о ἐποίησα τὸ τίμιον ξύλον, ἐν ᾧ τὰς ἀχράντούς μου χεῖρας ἐξέτεινα. αὐτῇ τῇ ᾑμέρᾳ σταυρὸν ὑπέμεινα δι᾿ ἡμᾶς καὶ λόγχῃ τὴν πλευράν μου ἤνοιξαν. αὐτῇ τῇ ἡμέρᾳ αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν δεσπότην δρῶσαι σταυρούμενον. Καὶ οὐκ ἔστιν ἄξιον ἐκβαλεῖν τὴν μάχαιράν σου εἰς κρέας εἰς παρασκευὴν ἡμέραν χωρὶς ἀνάγκης μεγάλης εἰς μνήμας ἁγίων ἢ δωρεὰς Χριστοῦ καὶ τῆς ἁγίας θεοτόκου καὶ τοῦ προδρόμου καὶ τῶν ἁγίων ἀποστόλων καὶ τὴν ἑβδομάδα τῆς ἁγίας ἀναστάσεως καὶ τῆς ἁγίας μου γεννήσεως καὶ τῶν ἁγίων θεοφανείων εἰς δὲ τὰς λοιπὰς ἡμέρας ταύτας, ὅστις φάγῃ κρέας ἐπικατάρατος ἐστιν. καὶ διὰ τοῦτο εἶπον, Πέτρε, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν. ὁ δὲ Πέτρος ἐπερώτησεν αὐτὸν πάλιν, Κύριε, διὰ τί εἶπας, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ; ὁ δὲ Κύριος λέγει, ἄκουσον Πέτρε πειρασμός ὅ πρῶτος ἐστὶν τό, ὅ σύ μισήσῃ; ἄλλῳ μὴ τοῦτο ποιήσῃς καὶ εἰς πειρασμὸν μὴ εἰσέλθης καὶ τοῦτο λέγω, ἀδελφοί, ὅπου ἂν περιπατῆτε ἐπὶ τῷ έμῷ ἐφείσιματι ἀπόβλεπε ἐπὶ τὴν δεξιὰν καὶ ἐπὶ τὴν ἀριστεράν σου κατασφράγισον καὶ εἰς ὅλα σου τὰ μέλη ὁμοίως καὶ ἔμπροσθὲν σου καὶ ἀνὰ μέσον τῆς καρδίας σου ὁ γὰρ τύπος τοῦ σταυροῦ ἐστὶν ἡ δύναμις τοῦ Χριστοῦ καὶ ἡ ἀλήθεια τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καὶ διὰ τοῦτο εἶπον, Πέτρε, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ νῦν καὶ ἀεὶ καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμὴν.
№ 17.
Πο рукописи Кутлумушской библиотеки № 177, л. 169.
Ἐρωταποκρίσεις περὶ τοῦ ἁγίου Πάτερ ἡμῶν τοῦ έπιγινώσκοντος τὸν χριστώνυμον λαὸν καὶ ἐπὶ πάντα ἄνθρωπον. Εὐλόγησον πάτερ.
Ὡς κατῆλθεν ὁ Κύριος ἡμῶν Ἰσους Χριστὸς μετὰ Πέτρον καὶ Ἰάκωβον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν προσεύςασθαι, καὶ ἤρξατο διδάσκων τὸ ἅγιον Πάτερ ἡμῶν καὶ οὐδεὶς τῶν μαθητῶν ἐτάσαι αὐτὸν διὰ τὸ ἅγιον Πάτερ ἡμῶν καὶ ἀποτολμήσας Πέτρος ὁ ἀπόστολος λέγει αὐτὸν Ἐλέησον με Κύριε καὶ διάλυσον μοι τὸ Πάτερ ἡμῶν. καὶ ἀποκριθεὶς ὁ Κύριος λέγει αὐτῷ ἄκουσον Πέτρε ἀπόστολε, διὰ τί λέγεις Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς; οὗτος λέγει τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου τὴν σαρκικὴν ὡς τὴν μητέρα τοῦ Χριστοῦ. βλέπε μὴ παροτρύνῃς τὴν τεκοῦσαν σε (об.) καὶ εἰπῇ ρῆμα κατὰ σοῦ καὶ ὑστερηθῇς τὴν βασιλείαν τῶν οὐρανῶν καὶ τοῦ παραδείσου καὶ τοῦ φωτὸς τοῦ αἰωνίου μηδὲ προσύνειν (?) κατὰ σοῦ ἡ γεννήσασα σε, ὅτι μείζων τοῦ οὐρανοῦ καὶ ἰσχυρότεροι οἱ ἀναστεναγμοί τῶν γονέων καὶ οὐκ παρὰ τοῦ Πατρός σου τοῦ ἐν οὐρανοῖς ἀντίληψιν. διὰ τοῦτο εἶπον Πέτρε ἀπόστολε Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς καὶ πάλιν ἐρώτησεν ὁ Πέτρος λέγων ἐλέησον με Κύριε καὶ διάλυσον μοι τὸν λόγον τοῦτον καὶ διὰ τὶ λέγεις ἁγιασθήτω τὸ ὄνομά σου; καὶ ἀποκριθεὶς ὁ Κύριος λέγει αὐτῷ ἄκουσον Πέτρε ἀπόστολε, ἐστὶν ἐπάνω τῶν ἐξ οὐρανῶν. καὶ ἐποίησα ζ᾿ ἡμέρες τῆς εὐλογημένες καὶ ἐχώρισα ἐκ τῶν ζ᾿ ἡμερῶν μίαν καὶ ἰσχυρὰν καὶ ἐδίδαξα (170) αὐτὴν ἁγίαν Κυριακήν ἐπειδὴ γὰρ διὰ τούς ἀνθρώπους ἐποίησα αὐτὴν, ἵνα ὅταν ἀκούσῃ τὸ σήμανδρον τῆς ἁγίας Κυριακῆς καλοῦν πάντας μὴ προτίθεσθε τῷ ὕπνῳ, ἀλλ ἐξεγειρόμενοι τοῦ ὕπνου ἐν σπουδῇ μεγάλῃ καὶ ἀπέλθατε εἰς τὴν ἐκκλησίαν ὑμνήσων σου τὸν Θεὸν ἀπαγγέλλων σου τὸν Πατέρα, ἵνα καὶ ὁ καρπός σου εἰς εὐλογίαν ἔσται. ἐπειδὴ γὰρ διὰ τὸν ἄνθρωπον ἐποίησα τὴν γραφήν, ἵνα ὅταν ἀκούσητε διδάσκετε πᾶσαν ψυχὴν χριστιανοῦ εἰς τὸ "ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῶ Θεῷ καὶ ψάλλειν τὸ ὄνομα Κυρίου". ἵνα λέγητε "δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν" καὶ ἀκούσατε τὰ ρήματα ταῦτα, διαμένουσιν ἐν ταῖς καρδίαις ἡμῶν καὶ διὰ τοῦτο παραγγέλλωμεν τούς (об.) ἱερεῖς καὶ τούς διακόνους, ἵνα διδάσκωσιν τὸν λαὸν καὶ λέγωσιν ὅςοι κατηχούμενοι προθύμως προέλθετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν καὶ διὰ τοῦτο εἶπον, Πέτρε ἀπόστολε ἁγιασθήτω τὸ ὄνομά σου. καὶ πάλιν ἐρώτησεν Πέτρος καὶ λέγων ἐλέησον με Κύριε καὶ διάλυσον μοι. διὰ τί λέγεις ἐλθέτω ἡ βασιλεία σου. καὶ ἀποκριθεὶς Κύριος λέγει αὐτῷ ἄκουσον Πέτρε ὡς τὰ οὐράνια οὕτως καὶ τὰ ἐπίγεια. ἐγὼ εἰμὶ ὁ βασιλεύς ὁ οὐράνιος ὁ καθήμενος ἐπὶ θρόνου δόξης, ὁμοίως καὶ ἐπὶ γῆς ἐποίησα βασιλέα. οὐ ὥφθηται (?) ὡς τὸν οὐράνιον βασιλέα φοβεῖται. καὶ διὰ τοῦτο εἶπον ἐλθέτω ἡ βασιλεία σου. καὶ πάλιν ἐρωτήσας ὁ Πέτρος λέγων ἐλέησον με Κύριε καὶ διάλυσον μοι διὰ τὶ λέγεις γεννηθήτω τὸ θέλημα σου (171) ἄκουσον Πέτρε θέλημα Χριστοῦ ἐστίν, ἵνα ποιήσῃ ἄνθρωπος ἀγαθὸν τῆς ψυχῆς καὶ εὕρῃ θησαυρὸν ἐν οὐρανοῖς καὶ εὑρήσῃς τὸ θέλημα σου ἐν ἡμέρᾳ κρίσεως, καὶ πεσὼν ὁ Πέτρος ἐπὶ τούς πόδας τοῦ Ἰησοῦ εἶπεν ἒλέησον με Κύριε καὶ τί ἐστὶν τὸ θέλημα τοῦ Θεοῦ, ἵνα καὶ αὐτὸ πιστεύσωμεν. λέγει αὐτῷ ὁ Κύριος ἄκουσον Πέτρε, ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς καρδίας σου φύλαξον τὸ σῶμά σου ἀπὸ πορνείας, ὅτι ἀπ᾿ ἀρχῆς ἡ ἁμαρτία ἀπὸ τῆς γυναικὸς ἐφάνη εἰς τὸν κόσμον. καὶ δι᾿ αὐτῆς κατεστράφησαν τὸ Σόδομα καὶ τὸ Γόμορα. καὶ διὰ τοῦτο ἡμεῖς ἀλλήλους σωφρονιζόμεθα, καὶ διὰ τοῦτο λέγει ὅτι οὔτε πόρνος, οὐ μοιχὸς βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται, ἐὰν οὐ μετανοήσῃ ἐξ ὅλης ψυχῆς καὶ ἐν θερμοῖς τοῖς δάκρυσιν ποιῶν ἐλεημοσύνας (об.) εἰς τούς πτωχούς καὶ εἰς τούς πένητας, πόρνους καὶ μοιχούς κρίνει ὁ Θεός. ὁ δὲ Σολομὼν λέγει μὴ πρόσεχε φαύλῃ γυναικὶς μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης. καὶ πάλιν λέγωμεν πᾶσα ἁμαρτία ἐκτὸς τῆς ἁμαρτίας μικρά ἐστιν. πολλοί γὰρ διὰ τὴν ἁμαρτίαν οὐκ ὀνομάζουσι Θεὸν ἀλλὰ γέγραπται μὴ κλέψῃς. μὴ πορνεύσῃς μὴ ψευδομαρτυρήσῃς, μὴ καταλαλήσης μηδὲ πρὸσβάλλης τὸν πλησίον σου εἰς μάτην, μὴ εἰσέλθης εἰς χορούς καὶ κιθάρας, μὴ συντρέχης ὁποῦ ἐστὶν πόσις καὶ τραγώδΐα. ἐκεῖ ἐστιν τοῦ διαβόλου ἡ χαρά. διὰ τὸ ἀρέσαι τούς ἀνθρώπους, καὶ ὑςτερεῖσαι τὴν βασιλείαν τοῦ Θεοῦ. ὁποῦ αἱ ψαλμῳδίαι τῶν αρχιερέων καὶ ἱερέων καὶ διακόνων πρὸς τὸν Θεὸν ἐκεῖ σπουδαίως προσδράμωμεν (172) καὶ οὕτως γίνεται τὸ θέλημα τοῦ Θεοῦ, διὰ τοῦτο εἶπον Πέτρε ἀπόστολε, γεννηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς. ἄκουσον Πέτρε, ὥσπερ τὰ οὐράνια οὕτως καὶ τὰ ἐπίγεια, ἐγὼ ἐποίησα τούς οὐρανούς ἄνω καὶ ἐπὶ τῆς γῆς ἐποίησα ἐκκλησίαν. ἐποίησα πτωχούς καὶ πένητας, ἀμά, ἀγαπητοὶ μου ἀδελφοί, ἐάν τις ποιήσῃ μνήμην ἀγιου ἂς ἔχῃ πτωχούς πεινῶντας καὶ διψῶντας ἄλλοι δὲ μεριμνοῦσιν καὶ λέγουσιν τίς ὑμᾶς καλέσει καὶ ἁφήνουσιν τούς πτωχούς καὶ οὐ λογίζει αὐτούς ὁ Θεὸς τὴν προσευχὴν διότι ποιοῦσιν ἀλλήλων συμπόσια καὶ ἡ προσευχὴ αὐτῶν οὐκ ἀνέρχεται εἰς τὸν οὐρανὸν καὶ διὰ τοῦτο εἶπον, Πέτρε ἀπόστολε, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Ἐρώτησις (об.) τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον; Ἀπόκρισις. ἄκουσον ἀγαπητέ μου Πέτρε, ὅτι αὐτὴ ἐστὶν ἡ ἀγάπη τοῦ Θεοῦ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἀδιαλείπτως ἐπικαλεῖσθε καὶ ἔσται ἐν τῳ οὐρανῷ καὶ ἐν τῇ γῇ τὸ θέλημα τοῦ Θεοῦ καὶ ὁ λόγος τοῦ Θεοῦ ἀδιαλείπτως καὶ ὑμῖν μὴ νομίσωμεν ἐν ταῖς καρδίαις ὑμῶν μὴ μεριμνᾶτε ὅτι τί φάγωμεν ἢ τί πίωμεν ἢ τί ἡμεῖς φορέσωμεν. εἶπεν δὲ ὁ Θεὸς οὐ μὴ ἀνατείλω τὸν ἥλιον ἕως οὖ ἐὰν οὐ μὴ μεριμνήσω ἐκάστῳ τὴν σωτηρίαν. καὶ διὰ τοῦτο εἶπον τὸν ἄρτὸν ὑμῶν τὸν ἐπιούσιον. Ἐpώτησις. δός ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν ὡς καὶ ἡμεῖς ἀφήσωμεν τούς ὀφειλέτας ἡμῶν. ὁ Κύριος εἶπεν ἐγὼ ἐποίησα ὡς σύ λέγεις (173) καὶ ἄφεςιν ἁμαρτιῶν καὶ ἔδειξα τὴν ἁγίαν τεσσαρακοστήν ἅμα ἀγαπητοί μου ἀδελφοί ἐὰν τις θελῃ μισθὸν πλήρη ἐν οὐρανῷ καὶ λύχνον ἀκατάσβεστον καὶ χάριν καὶ ἔλεος, νηστεύετει ταῖς μ׳ ἡμέραις καὶ διαλυθήσονται αἱ ἁμαρτίαι ὑμῶν. ἀλλὰ καὶ τί λέγω ὑμῖν ἀγαπητοί μου ἀδελφοί. να νηστεύητε τὴν ἡμέραν ἐκείνην ἐξαιρέτως, ἐν ᾗ ἐσταυρώθη ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ λόγχη τὴν πλευρὰν αὐτοῦ ἤνοιξαν. καλάμῳ τὴν κεφαλὴν αὐτοῦ ἔτυπτον. καὶ ἥλους τούς πόδας καὶ τὰς χεῖρας. οὐκ ἔξεστιν ἄνθρωπος χωρὶς βίας καὶ ἀνάγκης ἐσθίειν κρέας, καὶ τί πολλὰ λέγω ἐπικατάρατος γὰρ ὁ λάρυγξ ὁ ἐσθίων κρέας, ἢ τυρὸν τετράδι καὶ παρασκευῇ, ὁ γὰρ νηστεύων καθαρῶς τὴν ἁγίαν τάυτην ἡμέραν (об.) ἔχει ζωὴν αἰώνιον καὶ εἰς κρίσιν οὐκ ἔρχεται. καὶ διὰ τοῦτο εἶπον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Διάλυσον με Κύριε καὶ τὸν λόγον τοῦτον διατί λέγεις μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ; ὁ Κύριος λέγει ὅποῦ ἐὰν περιπατήσῃς τὴν ἐνθύμησίν σου ρίψε εἰς τὴν ἀριστεράν σου μερίδα καὶ ἡ δεξιά σου χεὶρ ἂς κατακοσμήσῃ τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν ἔμπροσθεν καὶ ὅλον τὸ σῶμά σου. ὅτι ἀπὸ τὸν σταυρὸν ἐστιν ἡ δύναμις τοῦ Χριστοῦ καὶ φυγαδεύει πάντα τὰ πονηρὰ πνεῦματα, διὰ τοῦτο εἶπον Πέτρε ἀπόστολε, (174) καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ πατρός καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνέυματος νῦν καὶ ἀεὶ καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. ἀμήν.
№ 18.
Πο той же рукописи Андреевского скита, л. 78–81 об.
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου. Λόγος διδασκαλίας ἐπευξαμένου πρὸς τὸν Κύριον καὶ ἐπερωτήσαντος περὶ τῆς ἁγίας Κυριακῆς καὶ τῆς θείας λειτουργίας. Κύριε εὐλόγηςον. Προσελθὼν ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος καὶ ἰδὼν τὸν Κύριον προσέπεσεν αὐτῷ λέγων εἰπέ μοι, Κύριε, πόσαι (79) ἀμαρτίαι εἰσὶν τοῦ κόσμου ἀσυγχώρητοι; ὁ δὲ Σωτὴρ ἤρξατο λέγειν τὰ ἀμαρτήματα. πρώτη ἁμαρτία διαλύει τὸν κόσμον, ἐὰν τις ἐξαγοράσῃ δαιμόνια καὶ ἀπαρνήσηται τὸν Χριστὸν καὶ συνεργῇ τῷ διαβόλῳ καὶ ποιῇ τὸ πρόςταγμα αὐτοῦ, οὗτος κολασθήσεται εἰς αἰῶνα αἰῶνος. δευτέρα ἁμαρτία τῆς μητρὸς καὶ θυγατρὸς μήτραν μολύνας, εἴ`#964;ε συντέκνου εἴτε γένους αὐτοῦ. τρίτη ἁμαρτία, εἴτις τὴν ἁγίαν Κυριακὴν οὐ τιμᾷ, εἰ μὴ τῶν ἓξ ἡμερῶν τὰς ἀποκρίσεις φιλεῖ, καὶ τὴν ἡμέραν τῆς Κυριακῆς οὐ τιμᾷ, αὐτοὶ ἀπελεύσονται εἰς τὴν αἰώνιαν κόλασιν. ὁ Χρυσόστομος ἠρώτησε λέγων εἰπέ μοι, Κύριε, περὶ τῆς ἁγίας Κυριακῆς. ὁ δὲ Κύριος εἶπεν ἄκουσον, δίκαιε Ἰωάννη, περὶ τῆς λαμπροφόρου Κυριακῆς. Κυριακὴ ὁ Κύριος καὶ ὁ Κύριος Κυριακή, ὁ τιμῶν τὴν Κυριακὴν τιμήσει αὐτὸν ὁ Κύριος ἐνώπιον ἀγγέλων καὶ ἀνθρώπων. ὁ τιμῶν τὴν ἁγίαν Κυριακὴν μετὰ παντὸς τοῦ οἴκου αὐτοῦ, καὶ ἀπὸ ὥρας ἐννάτης τοῦ σαββάτου ἀφήσει τὸ ἔργον αὐτοῦ καὶ ἀπέλθῃ εἰς τὴν ἐκκλησίαν εὐχαριστῆσαι τῷ Θεῷ καὶ ἐκτελέσαι τῆς ἀναστάσεως Κυρίου τὴν εὐχήν, λυτροῦται τῆς ἁμαρτίας τῶν ἓξ ἡμερῶν καὶ εὐλογεῖ αὐτὸν ὁ Κύριος ὡς τὸν Ἀβραάμ. καὶ εἶπεν ἐὰν τις νηστεύσῃ ἓξ ἡμέρας καὶ τὴν ἡμέραν τῆς Κυριακῆς οὐ τιμᾷ. ἄκουσον, δίκαὶε Ἰωάννη, ὥσπερ ποι(79 об.)μὴν βόσκει πρόβατα διαμέσον τὸ στάδιον τῆς ἡμέρας, καὶ ἑσπέρας οὐ συνάξῃ αὐτὰ εἰς τὴν μάνδραν, οὕτως καὶ ὁ νηστέυων τὰς ἓξ ἡμέρας καὶ τὴν ἡμέραν τῆς Κυριακῆς οὐ τιμᾷ. καὶ ἐὰν τις λέγῃ ἀγαπῶ τὸν Θεὸν καὶ τὴν Κυριακὴν οὐ τιμᾷ, ψεύστης ἐστὶν ν. ὁ δὲ Χρυσόστομος λέγει εἰπέ μοι, Κύριε, τὰ ἀντίτυπα τῆς ἐκκλησίας... [Κύριος εἶπεν ἄκουσον δίκαιε Ἰωάννη, ἡ κόγχη ἐστιν ἡ κορυφὴ τοῦ Κυρίου] τὸ βῆμὰ ἐστιν ὁ τάφος τοῦ Κυρίου, [ἡ τράπεζα τὸ στῆθος τοῦ Κυρίου] ὁ δίσκος ἐστὶν ὁ ὀφθαλμὸς τοῦ Κυρίου, τὰ κάγκελλά εἰσιν τὰ γόνατα. ὁ πρεσβύτερος ἐστὶν κιόνιον. ὁ ἄμβων ἐστὶν ὁ λίθος ὁ ἀποκυλισθεὶς ἐκ τῆς θύρας τοῦ μνημείου καὶ οὐκ ἐστιν ἄξιος ὁ κοσμικὸς ἀκουμβῆσαι εἰς αὐτὸν παρέξ τῶν κληρικῶν καὶ ψαλλόντων καὶ οὐκ ἔστιν ἀξία ἡ γυνὴ ἐλθεῖν ἔμπροσθεν τοῦ βήματος. ὁ δὲ Χρυσόστομος λέγει εἰπέ μοι, Κύριε, ἀναγινώσκων καὶ ψάλλων τί ἐστὶν; ἄκουσον, δίκαὶε Ἰωάννη, [ὅταν] λέγῃ ὁ πρεσβύτερος τὸ ἅγιον Εὐαγγέλιον καὶ ἄρξηται λέγειν τὴν εὐχὴν τῆς εἰσόδου, τότε ἀνέρχεται ἄγγελος Κυρίου καὶ ἀρμώνει πάντως εἰς τὸν αὐχένα τοῦ ἱερέως ἕως οὗ εἰπεἶν εἰρήνη πᾶσι. ὁ Χρυσόστομος λέγει εἰπέ μοι, Κύριε, περὶ τοῦ Τρισαγίου καὶ τοῦ Ἀποστόλου καὶ τοῦ Ἀλληλούϊα. ἄκουσον, δίκαιε Ἰωάννη, ὁ τρισάγιος ὕμνος ἐστιν ἀγγελικὸς. τὸ προκείμενον ψάλλει Δαβὶδ ὡς ἀρχαγγελική φωνή. τὸ ἅγιον εὐαγγέλιον ἐστὶν ἡ αὐτόλεκτος φωνὴ τοῦ Κυρίου καὶ (80) ὁ μὴ ἀκούων αὐτοῦ ὁλόψυχος ἐπικατάρατος ἐστὶν. ὁ δὲ Χρυσόστομος λέγει. εἰπέ μοι, Κύριε, ὑπὲρ τῶν κατηχουμένων καὶ τῶν πιστῶν καὶ τοῦ ὕμνου τοῦ χερουβικοῦ καὶ πῶς ἕκαστον διαλύει; ἄκουσον Ἰωάννη οἱ κατχούμενοι εἰσὶν οἱ περὶ τῷ βαπτίσματι εὐτρεπιζόμενοι. οἱ πιστοί εὔξασθε ὑπὲρ τῶν κατηχουμένων καὶ μνημονεύοντες καθὼς ὁ Κύριος ἔφη. καὶ τὸ χερουβικὸν ἐστὶν ἡ παρὰκλησις τῶν ἀγγέλων καὶ εὐχή τῶν πιστῶν δι᾿ ὃ λέγει πᾶσαν οὖν βιοτικὴν ἀποθώμεθα μέριμναν ὡς τὸν βασιλέα τῶν ὅλων ὑποδεξάμενοι. τότε ὀφθαλμὸς [σου μήτε ἔνθεν] μήτε ἐκεῖθεν, ἵνα τὸν βασιλέαν ἀρέσης τῇ [τὴν] παραστάσει σου καὶ αὐτοῦ τὴν καθέδραν μὴ ὑπερηφανήσῃς ἡ παράστασις τῆς τραπέζης, ἄγγελοι εἰσιν οἱ συνάπτοντες γὰρ ταύτῆς τῆς ἱερᾶς καὶ εὐλογοῦντες τὸ ἄχραντον σῶμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ, ὅν οἱ ἄγγελοι παρεστῶτες τρέμουσιν. ὅταν δὲ εἴπῃ "ἀγαπήσωμεν ἀλλήλους" εἴτις ἔχει κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ ἔχθραν καὶ τὴν ὥραν ἐκείνην οὐκ ἀφήσει, ἐπικατάρατὸς ἐστιν. ὁ δὲ τῶν θυρῶν ἔξω φθανόμενος, οὐκ ἐστὶν ἄξιος μεταλαβεῖν. τὸ δὲ "Πιστεύω" ἐστίν, ὁμολογία βαπτίσματος διὸ λέγει ἕν βάπτισμα εἰς ἄφεςιν ἁμαρτιῶν καὶ διὰ τοῦτο, προσδοκῶν ἀνάστασιν νεκρῶν καὶ κρίσιν τε καὶ ἀνταπόδο(об.)σιν. καὶ περὶ τοῦ φιλήματος τῆς ἐκκλησίας καὶ πῶς ἕκαστον διαλύει; ἄκουσον Ἰωάννη ὅταν Ἰούδας ὁ προδότῆς εἶπεν χαῖρε ῥαββὶ καὶ κατεφίλησεν τὸν Κύριον καὶ μέθ᾿ ἡμέρας τρεῖς ἀναστὰς ὁ Κύριος ηὗρεν τούς ἕνδεκα μαθητὰς καὶ ἀποστόλους καὶ εἶπεν εἰρήνη ὑμῖν ἀσπάζεσθε ἀλλήλους καὶ ἰδού ἐπισυνάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἵνα πᾶς χριστιανὸς ἐν φιλήματι ἀγαπᾷ τὸν πλησίον αὐτοῦ καὶ περὶ τὸ "στῶμεν καλῶς, στῶμεν μετὰ φόβου καὶ τὸν ἐπινίκιον ὕμνον καὶ τὰ "σὰ ἐκ τῶν σῶν σοι προσφέροντες" καὶ περὶ τῆς δωδεκαλόγου εὐχῆς καὶ περί ὑψώσεως τοῦ ἄρτου καὶ πῶς ἕκαστον διαλύει; τὸ στῶμεν καλῶς ἀγαπᾶτε τὸν Θεὸν. τὸ δὲ στῶμεν μετὰ φόβου φοβηθῆτε τὸ ὄνομα αὐτοῦ. τὸν ἐπινίκιον ὕμνον ὃν βοῶσι τὰ Χερουβὶμ καὶ ψάλλουν τὰ Σεραφίμ καὶ πᾶσαι αἱ οὐράνιαι δυνάμεις καὶ τὰ τετράμορφα ζῶα ἄδοντα, βοῶντα, κεκραγότα καὶ λέγοντα αἰνεἶτε ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. τὸ δὲ "τά σά ἐκ τῶν σῶν" ὅταν ὁ Κύριος κατῆλθεν εἰς τὴν ᾅδην συνέτριψεν τούς μοχλούς ἐν ἐν ᾁδῃ καὶ συνήγειρεν τούς ἀπ᾿ αἰώνων θανόντας. τότε ηὐφράνθη Δαβὶδ καὶ οἱ προφῆται καὶ ἔψαλλον, καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν Πατέρα καὶ εἶπεν "τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρωμεν" καὶ ἀπεκρίθησαν οἱ προφῆται καὶ εἶπον "σε ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, δέσποτα" καὶ ὅταν ἀνοιχθῶσιν αἱ θύραι τῆς ἐκκλησίας, εἶτα αἰσχυνόμενος ὁ διάβολος στήκει ὄπισθεν (81) κρατῶν χάρτην καὶ κάλαμον γράφει οὕτως λέγων οὐκ οἶδας ἀστραπὴν, οὐκ οἶδας βροντὴν, οὐκ οἶδεν ὁ ὀφθαλμὸς σου ἐπίβλεψιν. καὶ διὰ τοῦτο οὐ θέλει ἄνθρωπος ἐπιβλέψαι εἰς τὰ ὀπίσω, ἕως οὗ ἀρθῇ τὸ αἴτημα αὐτοῦ. Ἰδού δὲ καὶ ἡ δωδεκάλογος τὸ Πάτερ ἡμῶν καλεῖ εὐχὴν καὶ τελείωσιν καὶ ὁμολογίαν. καὶ ὅταν εἴπῃ ἐν εἰρήνῃ προσέλθωμεν χαίρει πάντως ὁ ἄγγελος ἐπὶ τῆς εἰσόδου ἰδὼν τὴν εὐλογίαν. καὶ εὐλογεῖ πάντα τὸν λαὸν. ὁ πρεσβύτερος καταστέλλει τὸ δῶρον. καὶ προσενέγκει τὴν θείαν λειτουργίαν. καὶ μετὰ τὸ ἀποδυθῆναι ὁ πρεσβύτερος τὴν στολὴν αὐτοῦ, τότε ἀνέρχεται ὁ ἂγγελος Κυρίου ὁ φυλάσσων τὸ δῶρον καὶ προσενέγκει τὴν θείαν λειτουργίαν ἐν τοῖς οὐρανοῖς. καὶ οἱ τιμῶντες τὸν ἱερέα καὶ μετὰ πίστεως αἰτούμενοι πάρ᾿ αὐτοῦ εὐχὴν λυτροῦνται ἁμαρτίας καὶ ἐὰν τις λέγῃ ἀγαπῶ τὸν Κύριον καὶ τὸν ἱερέα οὐ τιμᾷ, ψεύστης ἐστὶν. ὁ δὲ Χρυσόστομος εἶπεν εἰπε μοι, Κύριε, καὶ περὶ τοῦ ἁγίου βαπτίσματος. ἄκουσον δίκαιε Ἰωάννη, ἕν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν καὶ διὰ τοῦτο ἡ κουρά τοῦ ἀββᾶ τριάκοντα τοῦ ἐνιαυτοῦ, ὁ δὲ ἱερεύς δώδεκα τοῦ ἐνιαυτοῦ, ὁ δὲ λαϊκὸς τρίς. διὰ τὸ ἐγνωρίζεσθαι τὸ ἅγιον βάπτισμα ὁ δὲ Χρυσόστομος εἶπεν. ὁ κοινωνῶν ἀκούρευτος; ἄκουσον Ἰωάννη ἐὰν τινὸς διαβῶσιν αἱ τρίχες τὸν ὀφθαλμόν, ἐπικατάρατὸς ἐστιν. καὶ ὁ ἱερεύς μεταλαμβάνων αὐτὸν. ὁ δὲ Χρυσόστομος εἶπεν (об.) εἰπε μοι, Κύριε, καὶ περὶ τῶν γυναικῶν, ὁ δὲ Κύριος εἶπε οὗ ἅγιασθῆ ἡ κεφαλή αὐτῆς μετὰ ἀνδρὸς, ἐὰν μὴ κόψῃ τὰς τρίχας τῆς κεφαλῆς αὐτῆς, ἐπικατάρατος ἐστὶν. ὁ δὲ Χρυσόστομος εἶπε εἰπέ μοι, Κύριε, περὶ ἀγάπης καὶ ειρήνης ἄκουσον, δίκαιε Ἰωάννη, εἰρῄνη ὁ Θεὸς καθώς εἶπεν ὁ Κύριος, ἵνα ἀγαπᾶτε ἀλλήλους πᾶν ἀγαθὸν εἰς χαρὰν κοπιᾷ. ὁ δὲ ἀπόστολος εἶπεν ἡ ἀγάπη φαιδροτέρα τοῦ ἡλίου, ἡ ἀγάπη πάντα στέγει, πάντα ὑπομένει, πάντα ἐλπίζει, ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει, καὶ πάλιν τὸ ἅγιον Εὐαγγέλιον λέγει μακάριοι οἱ εἰρηνοποιοί ὅτι αὐτοί υἱοί Θεοῦ κληθήσονται. εἶτα λέγει ὅτι ἀγαπῶν τὸν Θεὸν καὶ τὸν ἀδελφὸν οὐκ ἀγαπᾷ, ψεύστης ἐστὶν. Θεὸν οὐδεὶς ἐώρακεν πώποτε. ὁ δὲ τὸ πλάσμα αὐτοῦ μὴ ἀγαπῶν, πῶς τὸν Θεὸν τὸν πλάσαντα αὐτὸ ἀγαπήσει; τὸ γὰρ ὄφελος ἔχει τῷδε Θεῷ ἡμῶν, ἡ δόξα εἰς τὸν αἰῶνα τῶν αἰώνων. Ἀμὴν.
№ 19.
Добавление к №№ 13 и 18 по рукописи Синодальной библиотеки, № 318 (591), ΧVΙ в. Оп. II, 3, стр. 593.
(К № 13), л. 210 без заглавия34. [Ц]рк҃овъ есть храмъ бж͠ии. А ѡлтарь есть гробъ гн͠ь. А трапеза гробныи затворъ. А ѡтарныи верхъ есть плащаніца. Юже коупи иѡсифъ па҇ⷣꙗко агг͠ли соуть. Воинѣ стрегоуще гро(об.)ба. А амвон есть камень ѿваленыи ѿ гроба. Сице и диꙗконъ на амбонѣ. аг͠лъ есть седѣвыи на камені. И воскр҇ⷭние проповѣдавѣ. Литонъ есть егда посла Пилатъ мечніка по нсазв҇а на соуще, и вше мечни держа оушівъ свои рꙋцѣ, и простре на земли. И гл͠гла г҇ⷭи постоупаи по оушевоу семоу. Поиди на соу҇ⷣще мч͠ть тѧ зоветь. И призва мч͠тль мечника. И ре емоу воскоую ты35 се сотвориши. И гл͠а мечникъ ги. Егда посла мѧ бѧше во Іерлмъ ко Александроу, и віди его на жребати седаща ѡслѣ и дѣти жидовскиꙗ ломѧще вѣтви ѿ древа и нашаше. И постилахꙋ ризы своꙗ по поути и поюще ѡсана во вышни. И ре мечни чл͠вка вопроси. И тъ ми сказа. Ѡсана ерминиѧ спси ны (211) сн҃е би͠и во вышни. И Пила рече изыиде ꙗко свѣщае приведи е. Изыиде мечникъ. И простре по землѣ факелилоу тоу. И ре ги сюда стпаи. И прииди на соу҇ⷣище. Мч͠тль тѧ зоветь. Да потому ѡбразꙋ есть литонъ, рипидиꙗ соу егда вніде Іс҃ къ Пилатоу. И ѡба по его бѧхоу скипетры. Ѡдеснꙋю и ѡшоуюю, и поклоніша ѡба скипетра Ісоусовы̏ недвижима нікимже. Внідоша со Исоусомъ лю многи к Пілатоу. И того ра творѧть вхо. И выхѡ с рипидиꙗми и кро и тѣло гн͠е: – Арипъ.
(Къ № 18) Ꙍбраженіа церковнаꙗ36. Что е верхъ цр҃квныи глава гн҃ѧ. Ѡлтарь есть гробъ гн҃ь. трапеза есть перси гн҃и. им же достоесть поклоніти тоу амбонъ есть камень ѿваленыи ѿ дверѣи гроба гн҃ѧ. И нѣ достоино (об.) жена приити. И стати пре ним Златаустъ Іѡа ⷩ ре входѧще на амбонъ чтець что соуть ги҃. Слыши праве҇ⷣныи Іѡаⷩ. Аг͠глъ сѣдѣвыи аки мо҇ⷧніꙗ на кмени гн͠ѣ и нѣ достоино лю҇ⷣи оусѣсти на немъ егда поють. Пакы Златоустъ глаг͠ла, архидьꙗкони соуть арх͠гли а оуларѣ соу крила. И не достоино людемъ восклонівшисѧ видити и. Златоустъ гл͠ть ги҃. Прозвитеръ кто есть г͠ь гл͠ть презвитеръ есть первыи арха͠гглъ Михаил и на ѡблацѣ. Цюдныи бисеръ носивыи на главѣ. И нѣ достоино лю҇ⷣноу въсклоньшесѧ видити и е ѿ колѣна и выше. Златоустъ гл͠а прорци ми г͠и, ѹне предложеніꙗ с͠тыꙗ литоургиꙗ. Слыши праве҇ⷣныи Іѡа ⷩ. Егда начне еп҇ⷭпъ мл͠твоу преложениꙗ, и ангилъ приходитъ со нб͠сѣ. Сохра(212)нить ст҃ыꙗ дары. Златоустъ рече. антин҇ⷴы литўргии. Что суть. Воображеніе кгда сниди во адъ. И сокрꙋши затворы адовы. И востав҇ⷤи во адѣ мрт҃выѧ и тогда возвесели Дв͠дъ и пр҇ⷪрци воспѣша тог҇ⷣа. Златоустѣ рече. Рци ми ги҃ соундарѧ ради. Слыши праведниче. Егда возметь прозвитеръ ст҃ое еоулье и начинает пѣніе выхоное. тог҇ⷣа приходитъ со н͠бсѣ аг͠глъ гн҃ь. И подвизаеть вси. И сѣдить на виꙗхъ сщничкы. Дóндеже миро изыидемъ. Златоустъ рече рци ми ги҃ трес͠тго раⷣ и оунѣ прокимона и апт͠ла и ал҇ⷢлугꙗ, и оунѣ ст҃ое ео҇ⷢуліе. И елико ѡглашени и оутіже херꙋвими. пре҇ⷣстоꙗніѧ ѡкр҇ⷭтъ трапезы, и возлюбимъ дроугъ дроуга двери дверь и в оунѣроую во единого Бга҃. Слыши праве(об.)дныи Іѡа ⷩ. тр҇ⷭтое есть пѣніе аг҇ⷭглское. Прокимо ⷩ поетъ Дв͠дъ и приходть дх͠ъ ст҃ыи. ап҇ⷭтлъ же оучи ст҃ыи Павелъ. ал҇ⷢлуіꙗ поетъ Дв͠дъ. То оубо есть аг͠гльскыи гл͠сы. И прихо҇ⷣть сн͠бсѣ и входитъ во ст҃ыꙗ дары. еоугие оучать. д. еоулисты. Аще не слоушае кто всею дш҃ею, проклѧтъ есть. Ѡглашені со҇у. Во кр͠щнии согрѣшающии. Вѣрніи ѡглашены поминають. Ꙗко рече г҇ⷭь. Тако и херови агглскаѧ пѣ и молніе нбны си. Тѣм гл҇ⷢть всю житиискоую пе҇ⷱль ѿверзимъ ꙗко ни зѣ ни тамо, и возмѣтасѧ ѡ̈чи ѿ ст҃го ѡлтарѧ. Двѣ оубо свѣтилѣ. пре҇ⷣлежита на ст҃омъ ѡлтарѣ прч͠тое тѣло. Егда (213) рече въ[з]люби дроугъ дроуга, [то]гда бра҇е. аще имаеть кто порокъ на ко въ тои ча не смиритсѧ со брато своимъ. проклѧ на небесѣ и на землѣ. Еже двери дверь и внѧ входѧть и врѧдоу Бг҃а не призвавъ. и вѣрою доброю исповѣданіе, е проповѣдаша пр҇ⷪрци бжтвенаго ра ⷣ ꙵ кр͠щниꙗ. [З]латоустъ ре рци ми ги҃. Что е стане добрѣ станемъ со страхѡмъ. ѹне и ѿверзеніе двереи и ѿце нашь. И смирѡ изыидемъ и тако все раз҇ⷣрѣшити. Слыши правеныи Иванъ. Станемъ добрѣ. Станемъ со страхѡ и тре͠стое поють и херови. Вѣщають серафимъ всѧ силы не͠бныѧ. Четыри животна. Аки ѡрел аки ѹнець. Подобенъ аг͠лоу словесноу. И пѡ҇ⷣножию (об.) би͠ю. Твоѧ ѿ Твои, и ктобѣ приносаще, егда сниде сн҃ъ би҃и во адъ, и возва Адама, тога ре Твоѧ ѿ Твои приносѧще. Ѿвѣщаша агл͠ъ. [п]оемта блгримъ тѧ и благовѣстим тѧ. А е не ѿверзениꙗ цр͠кы. Дверии прише. Диѧвѡ станеть пре҇ⷣдверми и держа хартию и чернило и трость, пишеть гл͠ѧ сии тако мои соу, не видиша грома и не слыша. И ѡчеса и на мѧ возрѣша. Но сего ра члв͠к зрѣти ѡпѧть донде. Вознесеть иерѣи дороу. [о]͠че нашъ есть добро. Исповѣданіе, еже исповѣдаша праве҇ⷣныѧ. [е]гда гл͠ють ст͠аꙗ сты, прихоть Дх͠ъ Ст҃ыи. Егда концѧе ерѣи м͠лтвоу ѡ прочиѧꙗ и блгвть люди. И прозвитеръ совлечетъ ризы, тогда приходитъ аг͠лъ. хранивы.
(Конца нет).
Замечания и поправки.
Напечатанные выше тексты содержат в себе много невразумительного. Невразумительность эта зависит частью от неисправности текстов, писанных иногда людьми безграмотными и недостаточно внимательно относившимися к делу, частью же от того, что содержат в себе малопонятные ныне для нас намеки на затерянные и неизвестные нам апокрифические и иные сказания. Неисправности текста, зависевшие от безграмотности и невнимательности песцов или поврежденности рукописи, мы старались устранять. Мы исправляли ошибки везде, где они казались нам очевидными, и восполняли в скобках пропуски, сообразуясь с общим смыслом текста и с параллельными памятниками. Там же, где ошибки не были очевидными, или где не могло быть предложено исправление несомненное, мы оставляли тексты в том виде, в каком они были в рукописи. Что касается тех мест, невразумительность которых зависит не только от неправильности языка, но и от темноты содержащихся в них указаний и намеков, то для пояснения их нужны были часто довольно сложные исследования и сличения. Это не входило в нашу задачу. Выполнение их мы предоставляем специалистам, более нас заинтересованным в этом деле и располагающим лучшими средствами. Однако ж, некоторые места при печатании невольно останавливали на себе наше внимание и вызывали нас на размышления, догадки и пояснения. Некоторые из таких пояснений мы считаем не неуместным привести здесь.
Стр. 25, стр. 11 снизу – χερτης πνωης. Слово: χερτης не имеет смысла; вероятно, нужно читать: χωρὶς πνοῆς. Однако ж, смысл вопроса и тогда останется темным. Вероятно, здесь мы имеем указание на какое-нибудь апокрифическое сказание о подробностях сотворения Адама.
Стр. 28, стр. 5 сверху – ἐκλόνησαν; лучше: ἡλώνισαν.
Стр. 45, стр. 2 снизу – ὤροσα. Слово неупотребительное, вероятно, от ὄρος – гора.
Стр. 57, стр. 1 снизу – σ τώνεν. В рукописи читается неразборчиво: στενεν, στεκεν (?). Вернее, кажется, читать: στέγων, от στέγω – покрываю. Смыслом требуется: ἔσχισεν.
Стр. 65 стр. 10 сверху. ὤμοσεν. Вопрос непонятный и ответ ему не соответствует. Может быть, вм. ὤμοσεν нужно читать ὤλεσεν ?
Стр. та же, стр. 17 сверху. Вопросу не соответствует ответ. Можно думать, что ответ здесь пропущен, а также и следующий вопрос, что случается в Вопросо-Ответах довольно часто. Можно предположить также и то, что текст вопроса поврежден, и смысл его был такой: сколько колесниц было у Израильтян при выходе их из Египта? т. е. как и чем вооружены они были? Ответь: Одним только жезлом Моисея. Вм. ἐδίωχεν можно предположить: ἔδωκεν.
Стр. 80, стр. 17 сверху. Γῆρας γὰρ τίμον κ. τ. λ. Текст поврежденный. Для пояснения приводим древнеславянский перевод (Попова, Обзор полемич. соч. против латинян, стр. 260) Старо чн҃а а не многолѣтна, мало ѥ ѡ вѣрѣ дастьсе благть идеже сѣдаа.
Стр. 82, стр. 10 снизу. Τὸ δακτυλίδιόν ἐστιν ὁ ἀρραβὼν κ. τ. λ. В отрывке, напечатанном Сперанским (Виз. Временник II, 839), исправнее. Далее следует: τοῦ ἱερέως καὶ τὰ ἔτερα εἰσι τῆς ἱερωσυνης.
Из errata отметим: стр. 15, стр. 13 снизу – Афонской = Афинской; стр. 55, стр. 7 св. –διοσκεδεῖ. θήσεται διασκεδασθήσεται; стр. 56 строка 9 и 10 снизу – Ὁ μὲν δῶρον Τὸ μὲν δῶρον.
В заключение нужным считаем с благодарностью заявить, что во многих затруднительных случаях мы пользовались советами товарища нашего С. Д. Пападимитриу.
Н. Красноселъцев. 2 сентября 1898 г.